Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Contra Nestorianos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
26.1
Γέγραπται περὶ Χριστοῦ· «Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σῴζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας, καίπερ ὢν υἱός, ἔμαθε, ἀφ' ὧν ἔπαθε, τὴν ὑπακοὴν καὶ τελειωθεὶς ἐγένετο πᾶσι τοῖς ὑπακούουσιν αὐτῷ αἴτιος σωτηρίας αἰωνίου.» Ἔτι καὶ αὐτὸς ὁ κύριος· «Θεέ μου, θεέ μου, ἱνατί με ἐγκατέλιπες;» Εἰ μὲν περὶ ψιλοῦ ἀνθρώπου ταῦτα ἐλέγετο, ἀκηδιῶντος ἄρα καὶ ἀφόρητον ποιουμένου τοῦ πειρασμοῦ τὴν ἔφοδον καὶ δέει νενικημένου καὶ οὐ γενναίου τὸν τρόπον οὐδ' ἀνδρικὸν ἔχοντος φρόνημα– ἀλύοντος γὰρ ἐκ μικροψυχίας τὰ ῥήματα· «Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου», καὶ «νῦν ἡ ψυχή μου τετάρακται», καὶ «πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο»–, ταῦτα τὰ ῥήματα ἢ μὴ εἰδότος τὸ θεῖον θέλημα ἢ ἀντιπίπτοντος τῷ θείῳ θελήματι· εἰ δὲ ὡς περὶ θεοῦ γυμνοῦ ἀνθρωπότητος, ἀπεοικότα πάντη καὶ ἀπεμφαίνοντα. Περὶ δὲ θεοῦ σεσαρκωμένου καὶ ἐνηνθρωπηκότος καὶ τοῖς οἰκείοις τῆς σαρκὸς αὐτοῦ πάθεσι τὰ πάθη ἡμῶν θεραπεύοντος καὶ ὑπογραμμὸν ἡμῖν καταλιμπάνοντος, λίαν ἐπιτετευγμένως. Τοῦτο γὰρ δηλοῖ τὸ «ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ, καίπερ ὢν υἱός.» Κατατέθηπε γὰρ τὸ μυστήριον ὁ πνευματοφόρος Παῦλος καὶ τὴν περὶ ἡμᾶς τοῦ θεοῦ οἰκονομίαν καὶ τὴν πρὸς ἡμᾶς φιλάνθρωπον συγκατάβασιν, ὅτι «καίπερ ὢν υἱὸς» «ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ» ταῦτα πάντα ὑπέμεινε τῇ ἡμετέρᾳ φύσει, ἵνα νευρώσῃ ταύτην κατὰ τῶν παθῶν καὶ διδάξῃ ἡμᾶς ἐν τοῖς πειρασμοῖς πρὸς θεὸν βλέπειν καὶ αὐτὸν πρὸς ἐπικουρίαν καλεῖν καὶ ὅσον πρὸς τελείωσιν καὶ πρὸς ποῖα γέρα καταλήγει ἡ τῶν παθῶν ὑπομονὴ καὶ ὑπακοή. Διὸ καὶ ὁ μακάριος ἔγραφε Πέτρος· «Ποῖον γὰρ κλέος, εἰ ἁμαρτάνοντες καὶ κολαφιζόμενοι ὑπομένετε; Ἀλλ' εἰ ἀγαθοποιοῦντες καὶ πάσχοντες ὑπομένετε, τοῦτο χάρις παρὰ θεῷ, ὅτι καὶ Χριστὸς ἀπέθανεν ὑπὲρ ἡμῶν ἡμῖν ὑπολιμπάνων ὑπογραμμόν, ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ.» Οὐκοῦν οὐκ ἄνθρωπος μόνον οὐδὲ γυμνὸς θεός, ἀλλὰ θεὸς σεσαρκωμένος ὢν ὁ Χριστὸς «ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ» πέπονθέ τε καὶ δέδρακε ταῦτα «ἡμῖν ὑπολιμπάνων ὑπογραμμόν», ἐπεί πως ἐπιτιμᾷ τῷ Πέτρῳ φήσαντι· «Ἵλεώς σοι, κύριε, οὐ μὴ ἔσται σοι τοῦτο», ὅτε τὸ πάθος αὐτοῖς προὔλεγεν.

Intertext edge

Open linked passage

Note