Contra Nestorianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
28.1
Τολμᾷ ὁ Παῦλος, καὶ οὐκ ἄνθρωπον καλεῖν τὸν Ἰησοῦν, οὐχ ὡς οὐκ ἄνθρωπον, ἀλλ' ὡς καὶ θεὸν ὄντα. Γράφει γοῦν πρὸς Γαλάτας· «Παῦλος ἀπόστολος οὐκ ἀπ' ἀνθρώπων οὐδὲ δι' ἀνθρώπου, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ», καὶ πάλιν· «Γνωρίζω ὑμῖν τὸ εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ' ἐμοῦ, ὅτι οὐκ ἔστι κατὰ ἄνθρωπον· οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτὸ οὐδὲ ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ.» Γέγραπται· «Οὐκ ἄγγελος, οὐ πρέσβυς, ἀλλ' αὐτὸς ὁ κύριος ἔσωσεν ἡμᾶς.» Φησὶν ὁ Παῦλος· «Γίνεσθε μιμηταὶ τοῦ θεοῦ ὡς τέκνα ἀγαπητὰ καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπη σεν ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν.» Ὁ λυπούμενος καὶ ἀπευχόμενος τὸ ποτήριον πῶς «ἑαυτὸν παρέδωκεν», εἰ μόνον ἄνθρωπος ἦν;