Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Contra Nestorianos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2.1
Ὁ λόγος τοίνυν σὰρξ ἐγένετο οὐ τραπεὶς τὴν φύσιν οὐδὲ φαντάσας τὴν οἰκονομίαν, ἀλλ' ὑπόστασις ὢν μία τῶν τῆς θεότητος ὑποστάσεων ἐγένετο καὶ μία τῶν τῆς ἀνθρωπότητος ὑποστάσεων ἐκ τῆς ἀπειρογάμου παρθένου σάρκα ἐψυχωμένην ψυχῇ λογικῇ τε καὶ νοερᾷ ἐν τῇ αὑτοῦ ὑποστάσει ὑποστήσας καὶ χρηματίσας αὐτῇ ὑπόστασις. Ὥσπερ γάρ ἐστι μάχαιρα ἐκ σιδήρου κατεσκευασμένη μία τῶν ὑποστάσεων τῆς τοῦ σιδήρου φύσεως καὶ ἔστι πῦρ ἅπτον μία τῶν ὑποστάσεων τῆς τοῦ πυρὸς φύσεως καὶ προσελθοῦσα ἡ μάχαιρα τῷ πυρὶ ἐπυρακτώθη καὶ οὐκ αὐτὴν τὴν προϋποστᾶσαν τοῦ πυρὸς ὑπόστασιν ἔλαβεν, ἀλλ' ἐξ αὐτῆς ἀπαρχήν τινα τῆς τοῦ πυρὸς φύσεως λαβοῦσα ἐγένετο καὶ αὐτῇ ὑπόστασις, καὶ γέγονεν ἡ μάχαιρα ἡ πρότερον ἁπλῆ ὑπόστασις οὖσα μόνης σιδήρου φύσεως σύνθετος ὑπόστασις, γεγονυῖα καὶ πυρὸς φύσεως ὑπόστασις, καὶ ἔχει τήν τε τοῦ σιδήρου φύσιν ἀναλλοίωτον καὶ τὴν ὑπ' αὐτοῦ προσληφθεῖσαν τοῦ πυρὸς φύσιν ἀμείωτον, οὕτω καὶ ὁ Χριστὸς ὑπόστασις ὢν μία τῶν τῆς θεότητος ὑποστάσεων πᾶσάν τε τὴν τῆς θεότητος φύσιν ἐν ἑαυτῷ ἔχων ἀνελλιπῆ, προσελάβετο ἐκ τῆς ἁγίας παρθένου σάρκα ἐνυπόστατον, οὐχ ὑπόστασιν, ἐν αὐτῷ δὲ μᾶλλον ὑποστᾶσαν, ἀπαρχὴν τῆς ἡμετέρας φύσεως· καὶ πρότερον ἁπλῆ οὖσα γέγονεν ὕστερον σύνθετος, οὐ φύσις σύνθετος, ἀλλ' ὑπόστασις, σύνθετος δὲ ἐκ τῆς προϋπαρχούσης ἐν αὐτῇ θεότητος καὶ ἐκ τῆς ὕστερον προσληφθείσης σαρκὸς ἐψυχωμένης ψυχῇ λογικῇ τε καὶ νοερᾷ.

Intertext edge

Open linked passage

Note