Contra Nestorianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
30.1
Πῶς Χριστὸς ἀνιέναι ἑαυτόν φησιν, «ὅπου ἦν τὸ πρότερον»; Οὔτε γὰρ ὡς θεὸς ἄνεισιν– ἀπερίγραπτος γάρ, τὸ δ' ἀνιέναι καὶ κατιέναι περιγραπτῆς φύσεως– οὔτε ὡς ἄνθρωπος ἦν ἐν οὐρανῷ πρὶν ἀνελθεῖν, ἀλλ' ἄνεισιν ὡς ἄνθρωπος, «ὅπου ἦν τὸ πρότερον» ὡς θεός· θεὸς γὰρ ὁ αὐτὸς ἅμα καὶ ἄνθρωπος.