Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Contra Nestorianos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
31.1
Γέγραπται· «Οὕτως ἠγάπησεν ὁ θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτόν, ἔχῃ ζωὴν αἰώνιον.» Ποία ἀγάπης ὑπερβολή, εἰ κοινὸν ἄνθρωπον χάριτι υἱοποιηθέντα ὑπὲρ ἡμῶν ἔδωκε; Πῶς δὲ καὶ μονογενὴς ὁ υἱοθεσίᾳ τετιμημένος καὶ οὐ φύσει ὢν υἱὸς τῆς γραφῆς λεγούσης· «Ἐγὼ εἶπα· Θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες», καὶ «ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι»; Ἀλλ' ὥσπερ πολλῶν ὄντων θεῶν θέσει καὶ χάριτι εἷς ἐστιν ὁ φύσει θεός, οὕτω καὶ πολλῶν υἱοθεσίᾳ τετιμημένων εἷς ἐστιν ὁ φύσει υἱὸς τοῦ θεοῦ ὁ μονογενής, ὃν ἔδωκεν ὑπὲρ ἡμῶν.

Intertext edge

Open linked passage

Note