Contra Nestorianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
32.1
Ἰωάννης ὁ θειότατος ἀνακέκραγε λέγων· «Θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, αὐτὸς ἐξηγήσατο.» Τίς δὲ ὁ ἐξηγησάμενος εἰ μὴ ὁ ἐκ παρθένου τεχθεὶς καὶ τοῖς ἀνθρώποις συναναστραφείς; «Οὗτος ὁ θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη.» Πῶς ὤφθη ἐπὶ τῆς γῆς «καὶ συνανεστράφη ἀνθρώποις» εἰ μὴ γενόμενος ἄνθρωπος; Αὐτὸς γὰρ ἔφη· «Θεὸν οὐδεὶς ἑώρακε πώποτε.»