Contra Nestorianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
33.1
Φησὶν ὁ ἀπόστολος· «Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός· ὁ δεύτερος ἄνθρωπος, ὁ κύριος, ἐξ οὐρανοῦ.» Οὐ γὰρ ἐξ οὐρανοῦ τὸ σῶμα κεκόμισται, ἀλλὰ θεὸς ὢν καὶ φύσει θεοῦ υἱὸς «ἐξ οὐρανοῦ» καταβέβηκε καὶ γέγονεν ἄνθρωπος, δεύτερος Ἀδάμ, ὡς ἀρχὴ δευτέρα τῶν ἀναπλαττομένων καὶ πρὸς ἀφθαρσίαν διὰ τῆς ἀναστάσεως μεταστοιχειουμένων. Διὸ καί φησιν· «Ὁ πρῶτος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν, ὁ δεύτερος Ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν.»