Contra Nestorianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
34.1
Φησὶν ὁ κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος.» Καὶ Παῦλος ὁ θειότατός φησιν· «Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθητε.» Ἑνὸς υἱοῦ ἐμνημόνευσεν ὁ κύριος εἰπών· «Καὶ τοῦ υἱοῦ», οὐχὶ δέ· Καὶ τῶν υἱῶν. Ὁ δὲ ἀπόστολος εἰς τὸν Χριστὸν καὶ τὸν αὐτοῦ θάνατον βεβαπτίσθαι ἡμᾶς φησιν. Ἐξώσθη τοίνυν καθ' ὑμᾶς ὁ φύσει υἱὸς καὶ εἰσκεκόμισται ὁ υἱοθετηθεὶς διὰ χάριτος. Ἢ εἰς τετράδα ὑμεῖς ἐβαπτίσθητε. Οὐ γὰρ ἡμεῖς, μὴ γένοιτο· ἡμεῖς γὰρ βεβαπτίσμεθα εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ τοῦ σαρκωθέντος καὶ ἐνανθρωπήσαντος καὶ σταυρωθέντος σαρκὶ καὶ ἀναστάντος καὶ τοῦ ἁγίου πνεύματος, εἰς τριάδα ὁμοούσιον καὶ ἀδιαίρετον. Μεμένηκε γὰρ οὐχ ἧττον τῷ πατρὶ ὁμοούσιος καὶ ἐνανθρωπήσας ὁ φύσει υἱὸς τοῦ θεοῦ καὶ θεὸς ὁ μονογενής, καθὼς καὶ τῆς ἐκκλησίας διδάσκει τὸ σύμβολον·