Contra Nestorianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
35.1
«Πιστεύομεν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. Καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ πατρὸς γεννη θέντα πρὸ πάντων τῶν αἰώνων, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ πατρί, δι' οὗ τὰ πάντα ἐγένετο· τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου καὶ ἐνανθρωπήσαντα σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς γραφὰς καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐν δεξιᾷ τοῦ πατρὸς καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.» Ὅρα, ὅπως τῶν ἁγίων καὶ θεοφόρων πατέρων ἡ πληθὺς ἕνα κύριον Ἰησοῦν Χριστὸν ἔφησε, τὸν πρὸ αἰώνων ἐκ πατρὸς γεννηθέντα καὶ οὐ ποιηθέντα, τὸν ὁμοούσιον τῷ πατρί, τὸ ἐκ τοῦ φωτὸς φῶς, τὸν ἐκ θεοῦ ἀληθινοῦ θεὸν ἀληθινόν, τὸν σαρκωθέντα καὶ πεπονθότα σαρκὶ καὶ ἀναστάντα καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ κεκαθικότα ἐν δεξιᾷ τοῦ πατρὸς καὶ πάλιν ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς· ἐμφατικώτατον γάρ ἐστι τὸ «καὶ πάλιν ἐρχόμενον», ὡς καὶ ἤδη ἐξ οὐρανῶν ἐλήλυθεν, ὅτε καθ' ἑκούσιον κένωσιν σαρκωθεὶς ἐνηνθρώπησεν. Οὐ γὰρ ἄλλον τὸν πρὸ αἰώνων ἐκ πατρὸς γεννηθέντα καὶ ἄλλον τὸν ἐκ παρθένου σαρκωθέντα ἔφησαν, ἀλλ' ἕνα καὶ τὸν αὐτόν.