Contra Nestorianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
36.1
Ἀλλ' ἐρεῖς· Αὐτὸν οὖν ἄρα φαμὲν τὸν ἐκ θεοῦ πατρὸς λόγον παθεῖν δι' ἡμᾶς; Πάνυ μὲν οὖν, σαρκὶ μέντοι καὶ οὐ θεότητι. Εἴπερ ἐστὶν ἀληθὴς ὁ Παῦλος λέγων περὶ αὐτοῦ· «Ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· τὰ πάντα δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται· καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ ἐν αὐτῷ τὰ πάντα συνέστηκε, καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας· ὅς ἐστιν ἀπαρχή, πρωτότοκος ἐκ νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων.» Ἰδοὺ γάρ, ἰδοὺ καὶ μάλα σαφῶς τὴν εἰκόνα τοῦ ἀοράτου θεοῦ, τὸν «πρωτότοκον πάσης κτίσεως», ὁρατῆς τε καὶ ἀοράτου, τὸν δι' οὗ τὰ πάντα καὶ ἐν ᾧ τὰ πάντα, κεφαλὴν δεδόσθαι τῆς ἐκκλησίας φησίν, εἶναι δὲ καὶ ἐκ νεκρῶν πρωτότοκον, «ὃς ὑπέμεινεν σταυρὸν αἰσχύνης καταφρονήσας.» Οὐ γὰρ ἄνθρωπον ἁπλῶς συναφείᾳ τῇ πρὸς αὐτόν– οὐκ οἶδ' ὅπως–, ὡς ὑμεῖς λέγετε, τετιμημένον ὑπὲρ ἡμῶν δίδοσθαι φαμέν, ἀλλ' ἔστιν αὐτὸς ὁ τῆς δόξης κύριος ὁ ἐσταυρωμένος. «Εἰ γὰρ ἔγνωσαν», φησίν, «οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν.»