Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Contra Nestorianos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
37.1
Πῶς οὖν ὁ αὐτὸς καὶ πέπονθε καὶ οὐ πέπονθεν; Εἰ γὰρ ὅλως οὐ πέπονθε ὡς θεός, πεπονθέναι δὲ λέγεται, πῶς ἂν εἴη θεός; Οὐκοῦν ὁ παθὼν νοοῖτο μόνος ὁ ἐκ σπέρματος Δαυίδ. Καίτοι πῶς οὐκ ἀδρανοῦς διανοίας ταῦτα φάναι; Οὐ γὰρ κοινὸν ἄνθρωπον δέδωκεν ὑπὲρ ἡμῶν ὁ πατὴρ σχετικῇ συναφείᾳ καὶ υἱοθεσίᾳ τετιμημένον· γράφει γὰρ ὧδε· «Οὕτως ἠγάπησεν ὁ θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον». Ἐπειδὴ οὖν ἤθελε διὰ τὴν τοῦ κόσμου σωτηρίαν παθεῖν, ἀδύνατον δὲ τοῦτο δίχα σαρκὸς διὰ τὸ εἶναι αὐτὸν φύσει ἀπαθῆ ὡς θεόν, τὴν τοῦ παθεῖν δεκτικὴν προσελάβετο σάρκα καὶ θεὸς ὢν γέγονε καὶ ἄνθρωπος, ἵνα δύναιτο παθεῖν. Ὥστε ἄμφω αὐτῷ προσῆν· σαρκὶ μὲν τὸ παθεῖν, θεότητι δὲ τὸ μὴ παθεῖν· ἦν γὰρ ἐν ταυτῷ θεός τε ὁμοῦ καὶ ἄνθρωπος ὁ αὐτός. Ἀσθενὴς μὲν οὖν πᾶσα παραδειγμάτων ἐπίνοια πρός γε τρανὴν τοῦ μυστηρίου ἐξεικόνισιν, ὅμως γέ τοι πρὸς ἰσχνὴν φαντασίαν τόδε φαμέν· Ὥσπερ σίδηρος ἤγουν ἑτέρα τις ὕλη τοιαύτη ταῖς τοῦ πυρὸς ὁμιλήσασα προσβολαῖς εἰσδέχεται μὲν αὐτὸ καὶ κατωδίνει τὴν φλόγα, εἰ δὲ πλήττοιτο τυχὸν ὑπὸ τοῦ παίοντος, δέχεται μὲν ἡ ὕλη τὸ βλάβος, ἀδικεῖται δὲ ὅλως πρὸς τοῦ παίοντος οὐδὲν ἡ τοῦ πυρὸς φύσις, οὕτω νοήσεις καὶ ἐν τῷ σαρκὶ λέγεσθαι παθεῖν, θεότητι δὲ μὴ παθεῖν τὸν υἱόν.

Intertext edge

Open linked passage

Note