John of Damascus PG 94-96
Contra Nestorianos
Nest 38.1
Choose a text
More by John of Damascus, Saint
—
Pg Scrape Grc
38.1
Ἐπειδὴ τάς τε προφητικὰς καὶ εὐαγγελικὰς καὶ ἀποστολικὰς περὶ 38 Χριστοῦ φωνὰς πῇ μὲν ὡς περὶ ἀνθρώπου, πῇ δὲ ὡς περὶ θεοῦ, πῇ δὲ ὡς περὶ θεοῦ ἅμα καὶ ἀνθρώπου διαλεγομένας εὑρίσκομεν, τίνα τρόπον μὴ ἐναντιολογεῖσθαι ταύτας πρὸς ἀλλήλας φήσομεν, εἰ μή που τὸν φύσει υἱὸν τοῦ θεοῦ καὶ θεὸν εἴποιμεν, φύσει γεγενῆσθαι ἄνθρωπον εἶναί τε μετὰ τὴν ἐνανθρώπησιν, τὸν αὐτὸν θεόν τε ὁμοῦ καὶ ἄνθρωπον; Οὕτω γάρ, «εἰ καὶ ἐσταυρώθη ἐξ ἀσθενείας σαρκὸς» κατὰ τὸν ἀπόστολον, «ἀλλὰ ζῇ ἐκ δυνάμεως θεοῦ» καὶ ἐγήγερται παρὰ τοῦ πατρὸς καὶ ἑαυτὸν ἐξανέστησε καὶ ἀνείληπται καὶ αὐτεξουσίως ἄνεισι καὶ κεκάθικεν «ἐν δεξιᾷ τοῦ πατρὸς ἐν τοῖς ἐπουρανίοις ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου».
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).