Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Contra Nestorianos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
39.1
Εἰ οὐκ ἀμέσως ἰδία τοῦ λόγου γέγονε ἡ ἀπορρήτως αὐτῷ ἑνωθεῖσα σάρξ, πῶς ἂν νοοῖτο ζωοποιός; «Ἐγὼ γάρ εἰμι», φησίν, «ὁ ἄρτος ὁ ζῶν, ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. Ἐάν τις φάγῃ ἐκ τοῦ ἄρτου τούτου, ζήσεται εἰς τὸν αἰῶνα· καὶ ὁ ἄρτος δέ, ὃν ἐγὼ δώσω, ἡ σάρξ μού ἐστιν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.» Εἰ μὲν μὴ παρὰ τοῦ κατεληλυθότος αὐτοῦ ταῦτα ἐλέγετο, εἴπομεν ἂν ὡς ἐξ ἀνθρώπου υἱοθετηθέντος λέγεσθαι. Ἐπειδὴ δέ φησιν, «Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν, ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς», πῶς ἡ σὰρξ αὐτοῦ ἑτέρου ἂν εἴη παρ' αὐτόν; Εἰ δὲ καὶ γέγραπται· «Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς», συνίεμεν, ὡς εἷς ἐστιν ὁ υἱὸς τοῦ θεοῦ καὶ υἱὸς ἀνθρώπου, τὸ μὲν ὢν ἀιδίως ὡς θεός, τὸ δὲ γενόμενος ἐπ' ἐσχάτων ὡς ἐνανθρωπήσας. Ἐπεὶ πῶς υἱός τε ἀνθρώπου ἐστὶ καὶ ἐξ οὐρανοῦ καταβέβηκε; 40 Ὁ μακάριος Παῦλος γράφων Ἑβραίοις φησί· «Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις ἐπ' ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ.» Ὅρα, ὡς υἱοθεσίας μὲν καὶ οἱ προφῆται ἠξιωμένοι, οὗτος δὲ ὁ, ἐν ᾧ ἐπ' ἐσχάτων ἡμῖν ὁ θεὸς λελάληκεν, οὐ θετὸς υἱός, ἀλλὰ φύσει· διὸ καὶ διῄρηται τῶν προφητῶν. Καὶ δῆλον· φησὶ γάρ· «Ὃν ἔθηκε κληρονόμον πάντων, δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησε.» Πῶς «κληρονόμος πάντων» γίνεται ὁ, «δι' οὗ τοὺς αἰῶνας ἐποίησε», εἰ μὴ θεὸς εἴη καὶ ἄνθρωπος; Καὶ καθὸ μὲν θεός, ποιητής ἐστι τῶν αἰώνων· καθὸ δὲ ἄνθρωπος, κληρονόμος καθίσταται· «Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ δι' ἑαυτοῦ, καθαρισμὸν τῶν ἁμαρτιῶν ἡμῶν ποιησάμενος ἐκάθισεν ἐν δεξιᾷ τῆς δυνάμεως ἐν τοῖς ὑψηλοῖς, τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παρ' αὐτοὺς κεκληρονόμηκεν ὄνομα.» Ὅρα, ὡς αὐτός ἐστιν «ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς πατρικῆς ὑποστάσεως», «ὁ φέρων τὰ σύμπαντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ», οὗτος πάντων κληρονόμος καθίσταται καὶ τὸ τῶν ἀγγέλων ὑψηλότερον «κεκληρονόμηκεν ὄνομα». Πῶς οὖν ὁ αὐτὸς «ἀπαύγασμά τέ ἐστι τῆς δόξης» καὶ φέρει τὰ σύμπαντα καὶ κληρονόμος τῶν ἁπάντων καὶ τοῦ ὀνόματος καθίσταται, εἰ μὴ ὁ αὐτὸς θεὸς ὢν γέγονεν ἄνθρωπος; Οὐ γὰρ περὶ ἄλλου καὶ ἄλλου ταῦτα λέγεται, περὶ ἑνὸς δὲ καὶ τοῦ αὐτοῦ υἱοῦ τοῦ θεοῦ, ἐν ᾧ «ἡμῖν ἐπ' ἐσχάτων ἐλάλησεν».

Intertext edge

Open linked passage

Note