Contra Nestorianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
3.1
Εἰ δέ φατε, ὅτι, ὥσπερ ἁμαρτία καὶ κατάρα ἐγένετο, οὕτω καὶ σάρξ, φαμέν, ὅτι οὐκοῦν, ὥσπερ ἐπ' ἀναιρέσει ἁμαρτίας καὶ κατάρας ἐγένετο ἁμαρτία καὶ κατάρα, οὕτω καὶ ἐπ' ἀναιρέσει σαρκὸς σὰρξ ἐγένετο, ἢ ὥσπερ ἐπὶ συστάσει καὶ ἀνακαινισμῷ σαρκὸς σὰρξ ἐγένετο, οὕτως ἐπὶ συστάσει καὶ ἀνακαινισμῷ ἁμαρτίας καὶ κατάρας ἁμαρτία καὶ κατάρα ἐγένετο· ἀλλ' ἁμαρτία μὲν καὶ κατάρα οὐκ οὐσία οὐδὲ κτίσμα θεοῦ, σὰρξ δὲ κτίσμα θεοῦ. Οὐκ ἄρα, ὡς ἁμαρτία καὶ κατάρα γέγονεν, οὕτω καὶ σὰρξ ἐγένετο.