Contra Nestorianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
41.1
Ἐπὶ πᾶσι τούτοις τί μέγα καὶ καινὸν καὶ ἀπόκρυφον, ὃ ταῖς γενεαῖς οὐκ ἐγνωρίσθη; Ἢ ποῖος πλοῦτος ἢ ποία ἀπόρρητος σοφία ἢ ποία ἀγάπης ὑπερβολή, εἰ δι' ἀνθρώπου ἡ σωτηρία γεγένηται; Ἢ πῶς κένωσις καὶ ἐνανθρώπησις καὶ σάρκωσις λεχθείη τὸ τῆς οἰκονομίας μυστήριον, εἰ οὐ δι' υἱοῦ θεοῦ καὶ φύσει θεοῦ σεσώσμεθα, ἀλλ' ὑφ' ἑνὸς τῶν ὑπὸ φθορὰν χάριτι μεθ' ἡμῶν λαχόντος τὸ σῴζεσθαι; Εἰ δὲ καὶ μὴ κατὰ ἀλήθειαν ὁ φύσει υἱὸς τοῦ θεοῦ καὶ θεὸς γέγονεν ἄνθρωπος καὶ πάντα παθεῖν κατεδέξατο, ποῦ ἡ κένωσις; Πῶς ἑαυτὸν ἐταπείνωσε, ποία δὲ σάρκωσις τὸ μὴ γενέσθαι σάρκα; Εἰ δὲ καὶ ψιλῷ ἀνθρώπῳ λατρεύει νῦν μετὰ τῶν ἐπιγείων τὰ ἐπουράνια καὶ γόνυ κάμπτει, πῶς οὐκ εἰς τὸ χεῖρον κατέστη τὰ πράγματα; Πάλαι γὰρ ἄνθρωποι μόνον τῇ κτίσει ἐλάτρευον, νῦν δὲ καθ' ὑμᾶς σὺν τοῖς ἐπιγείοις καὶ καταχθονίοις καὶ τὰ ἐπουράνια. Ἀλλ' ὑμεῖς μὲν τὴν ἐλπίδα ἐπ' ἄνθρωπον ἔχοντες καὶ ἀνθρώπῳ χάριτι σεσωσμένῳ λατρεύοντες ἀνθρωπολάτραι δικαίως ἂν ὀνομάζοισθε. Ἡμεῖς δὲ προσκυνοῦμεν καὶ λατρεύομεν καὶ «πιστεύομεν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, ὁμοούσιον τῷ πατρί, πρὸ αἰώνων ἐκ πατρὸς γεννηθέντα καὶ ἐπ' ἐσχάτων τῶν χρόνων σαρκωθέντα ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς ἀειπαρθένου, καὶ ἐνανθρωπήσαντα καὶ σταυρωθέντα καὶ παθόντα καὶ ταφέντα καὶ ἀναστάντα καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐν δεξιᾷ τοῦ πατρός, καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς· οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. Καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον.»