Contra Nestorianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
42.1
Ὅτι δὲ ὁ γεννηθεὶς ἐκ τῆς ἁγίας παρθένου καὶ σταυρωθεὶς αὐτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ ὁ προαιώνιος, μαρτυρεῖ πρῶτον μὲν ὁ τῶν προφητῶν θεῖος χορός. Δαυὶδ μὲν γὰρ ἀνακέκραγε λέγων· «Ὁ θρόνος σου, ὁ θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Ἰδοὺ πρὸς τὸν θεὸν διαλέγεται· «Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ θεός, ὁ θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.» Ἰδοὺ σαφῶς τὸν θεόν, οὗτινος ὁ θρόνος εἰς τὸν αἰῶνα τοῦ αἰῶνός φησι χρισθήσεσθαι ὑπὸ τοῦ θεοῦ καὶ πατρός, τοῦ πατρὸς μὲν ὡς θεοῦ, θεοῦ δὲ αὐτοῦ ὡς καὶ σαρκουμένου καὶ ὡς ἀνθρώπου χριομένου. Μιχαίας δέ· «Καὶ σύ, Βηθλεέμ, γῆ Ἰούδα, οἶκος τοῦ Ἐφραθᾶ, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἀφ' ἡμερῶν αἰῶνος.» Τίς ἔσχε τὴν ἔξοδον ἀπ' ἀρχῆς, εἰ μὴ περὶ οὗ Ἰωάννης ὁ θεολόγος φησίν· «Ἐν ἀρχῇ ἦν ὁ λόγος»; Καὶ πάλιν Δαυίδ· «Ὁ θεός, τὸ κρῖμά σου τῷ βασιλεῖ δὸς καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως.» Καὶ μετ' ὀλίγα· «Καὶ ταπει νώσει συκοφάντην καὶ συμπαραμενεῖ τῷ ἡλίῳ καὶ πρὸ τῆς σελήνης γενεᾶς γενεῶν.» Ταῦτα οὐ σαφῶς δηλοῖ τοῦ Χριστοῦ τὴν προαιώνιον ὕπαρξιν; Καὶ Βαρούχ· «Οὗτος ὁ θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ. Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη.» Ἰωάννης δὲ ὁ θεολόγος καὶ εὐαγγελιστής· «Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν, ὃ γέγονε.» Καὶ μετ' ὀλίγα· «Καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας.» Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ, καὶ κέκραγε λέγων· «Οὗτος ἦν, ὃν εἶπον· Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.» Πρῶτος ἦν ὡς θεὸς δηλαδή· ὡς γὰρ ἄνθρωπος μετὰ Ἰωάννην ἐτέχθη ὁ Χριστός. Καὶ πάλιν· «Θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο.» Τίς δὲ ἐξηγήσατο εἰ μὴ ὁ Χριστός; Αὐτὸς οὖν ἐστιν «ὁ μονογενὴς υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός». Καὶ Ἰωάννης ὁ πρόδρομος· «Κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα, ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ.» Τὸ εἰπεῖν «ὁ υἱὸς τοῦ θεοῦ» καὶ μὴ εἰπεῖν υἱὸς θεοῦ ἀσυνάρθρως σημαίνει αὐτόν, τὸν ἕνα υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ. Καὶ αὐτὸς ὁ κύριος τῷ Νικοδήμῳ· «Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου.» Πῶς ὁ υἱὸς τοῦ ἀνθρώπου κατέβη ἐκ τοῦ οὐρανοῦ, εἰ μὴ υἱὸς θεοῦ ὢν καὶ φύσει θεὸς υἱὸς ἀνθρώπου γέγονε καὶ ἐταπείνωσεν ἑαυτόν; Τοῦτο γὰρ ἡ κατάβασις· οὐ γὰρ πέφυκε τὸ θεῖον μεταχωρεῖν ἐκ τόπων εἰς τόπους, ἀπερίγραπτον γάρ. Καὶ πάλιν ὁ κύριος. «Οὐ γὰρ ἀπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ' ἵνα σωθῇ ὁ κόσμος δι' αὐτοῦ. Ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται· ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ.» Καὶ πάλιν Ἰωάννης· «Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστί· ὁ ὢν ἐκ τῆς γῆς ἐκ τῆς γῆς λαλεῖ. Ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος ἐπάνω πάντων ἐστί.» Καὶ μετ' ὀλίγα· «Ὁ πατὴρ ἀγαπᾷ τὸν υἱὸν καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. Ὁ πιστεύων εἰς τὸν υἱὸν ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ υἱῷ οὐκ ὄψεται τὴν ζωήν, ἀλλ' ἡ ὀργὴ τοῦ θεοῦ μένει ἐπ' αὐτόν.» Ταῦτα περὶ τοῦ Χριστοῦ πάντα λέλεκται. Καὶ πάλιν ὁ κύριος· «Ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. Διὰ τοῦτο οὖν μᾶλλον ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι, ὅτι οὐ μόνον ἔλυε τὸ σάββατον, ἀλλὰ καὶ πατέρα ἴδιον ἔλεγε τὸν θεόν, ἴσον ἑαυτὸν ποιῶν τῷ θεῷ.» Καὶ πάλιν ὁ κύριος· «Ὁ ἄρτος τοῦ θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ.» Καὶ μετ' ὀλίγα· «Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ὁ ἐρχόμενος πρός με οὐ μὴ πεινάσῃ, καὶ ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴ διψήσῃ.» Καὶ πάλιν· «Πᾶς ὁ θεωρῶν τὸν υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχει ζωὴν αἰώνιον.» Εἰ οὖν ἐκ τοῦ οὐρανοῦ καταβέβηκεν ὁ Χριστός, πῶς ἄλλος ἐστὶ παρὰ τὸν θεὸν λόγον, τὸν τοῦ θεοῦ υἱόν; Καὶ εἰ ἡ εἰς αὐτὸν πίστις ζωή ἐστιν αἰώνιος, πῶς οὐκ ἔστι φύσει θεός; Οὐ γὰρ οἱ εἰς κτίσμα πιστεύοντες ἢ εἰς προφήτην ἔχουσι ζωὴν αἰώνιον, ἀλλ' οἱ εἰς τὸν ἀληθῆ θεὸν μόνον. Καὶ πάλιν· «Οὐχ ὅτι τὸν πατέρα ἑώρακέ τις, εἰ μὴ ὁ ὢν παρὰ τοῦ θεοῦ, οὗτος ἑώρακε τὸν πατέρα.» Καὶ πάλιν· «Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς.» Καὶ πάλιν· «Ἐὰν οὖν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα, ὅπου ἦν τὸ πρότερον.» Εἰ μὴ ὁ αὐτός ἐστιν υἱὸς ἀνθρώπου καὶ υἱὸς θεοῦ ὁ προαιώνιος, πῶς, ὅπου ἦν τὸ πρότερον, ἀνέβη; Ἀνέβη μὲν γὰρ ὡς ἄνθρωπος, ὅπου ἦν τὸ πρότερον ὡς θεός, θεὸς ὢν ὁ αὐτὸς ὁμοῦ καὶ ἄνθρωπος. Καὶ πάλιν· «Ἐγὼ τίθημι τὴν ψυχήν μου, ἵνα πάλιν λάβω αὐτήν. Οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμοῦ, ἀλλ' ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ. Ἐξουσίαν ἔχω θεῖναι αὐτὴν καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν.» Τίς ζωῆς καὶ θανάτου ἐξουσίαν ἔχει, εἰ μὴ θεὸς μόνος; Καὶ πάλιν· «Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν·» Οὐκ ἐρεῖ ποτε ἄνθρωπος· Ἐγὼ καὶ ὁ θεὸς ἕν ἐσμεν, οὐδέ· Ἐγὼ καὶ ἄγγελος ἕν ἐσμεν, ἀλλ' οὔτε ἄγγελος ἂν εἴποι· Ἐγὼ καὶ ὁ θεὸς ἕν ἐσμεν, ἤ· Ἐγὼ καὶ ἄνθρωπος ἕν ἐσμεν. Κατεξαίρετον δὲ κτίσμα οὐκ ἐρεῖ ποτε· Ἐγὼ καὶ ὁ δημιουργὸς ἕν ἐσμεν. Ἐπὶ γὰρ τῶν κτισμάτων τυχὸν ἂν εἴποι ἄνθρωπος· Ἐγὼ καὶ ἄγγελος ἕν ἐσμεν, κατὰ τὸ κτιστόν, κατὰ τὸ δοῦλον· κτίσμα δὲ τῷ κτίστῃ κατ' οὐδὲν ἕν. Καὶ μετ' ὀλίγα σύγκρισιν ἑαυτοῦ πρὸς τοὺς θέσει καὶ οὐ φύσει θεοὺς ποιούμενός φησιν· «Οὐκ ἔστιν γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν· Ἐγὼ εἶπα· Θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες; Εἰ ἐκείνους εἶπε θεούς, πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ γραφή, ὃν ὁ πατὴρ ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε, ὅτι βλασφημεῖς, ὅτι εἶπον· Υἱὸς τοῦ θεοῦ εἰμι;» Καὶ δεικνύς, ὅτι θεός ἐστι καὶ τῷ πατρὶ ὁμοούσιος, ἐκ τῆς τῶν ἔργων ὁμοιότητός φησιν· «Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ πέμψαντός με, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε, ἵνα γνῶτε καὶ πιστεύσητε, ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί.» Ὡς καὶ ἀνωτέρω φησίν· «Ὥσπερ γὰρ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ υἱός, οὓς θέλει, ζωοποιεῖ,» «ὅτι υἱὸς ἀνθρώπου ἐστί. Μὴ θαυμάζετε τοῦτο, ὅτι ἔρχεται ὥρα καὶ νῦν ἐστιν, ὅτε οἱ νεκροὶ ἀκούσονται τῆς φωνῆς τοῦ υἱοῦ τοῦ θεοῦ καὶ οἱ ἀκούσαντες ζήσονται.» Εἰπών· «Ὥσπερ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ», ἐπήγαγε· «Οὕτως καὶ ὁ υἱός, οὓς θέλει, ζωοποιεῖ» δεικνύς, ὅτι αὐτεξουσίως καὶ φύσει ἐστὶ ζωοποιὸς ὁ υἱὸς ὡς καὶ ὁ πατὴρ καὶ οὐ χάριτι. Εἶτα ἐπάγει· Ὅτι οὗτος ὁ υἱὸς τοῦ θεοῦ ὁ φύσει ζωοποιὸς «υἱὸς ἀνθρώπου ἐστίν.» Οὐκ εἶπε· Υἱὸς ἀνθρώπου λέγεται, ἀλλ' «ἔστι», καὶ «μὴ θαυμάζετε τοῦτο», φησίν, ὅτι «υἱὸς ἀνθρώπου ζωοποιεῖ». Οὗτος γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου υἱός ἐστι τοῦ θεοῦ οὐκ ὀνόματι οὐδὲ χάριτι, ἀλλὰ φύσει, ἐπειδὴ φύσει ζωοποιὸς ὥσπερ ὁ πατὴρ φύσει θεὸς ὥσπερ καὶ ὁ πατήρ. Καὶ πάλιν πρὸς τὴν Μάρθαν· «Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή. Ὁ πιστεύων εἰς ἐμέ, κἂν ἀποθάνῃ, ζήσεται.» Καὶ πάλιν· «Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα. Οὐ πιστεύεις, ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί;» Καὶ πάλιν· «Αὕτη ἐστὶν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεὸν καί, ὃν ἀπέστειλας, Ἰησοῦν.» Τοῦ Φιλίππου εἰπόντος· «Δεῖξον ἡμῖν τὸν πατέρα, καὶ ἀρκεῖ ἡμῖν,» εἰδὼς ὁ κύριος, ὡς ἀμήχανον σωματικοῖς ὀφθαλμοῖς θεὸν ὁρᾶν αὖθις τε ὡς ἡ αὐτοῦ ἐπίγνωσις τοῦ πατρός ἐστιν ἐπίγνωσις ὡς ὁμοουσίου– τῶν γὰρ ὁμοουσίων μία καὶ ἡ αὐτὴ γνῶσις–, ἐπιπληκτικώτερόν φησι πρὸς αὐτόν· «Τοσοῦτον χρόνον ἔχω μεθ' ὑμῶν καὶ οὐκ ἔγνωκάς με, Φίλιππε;» Ἔγνω μὲν γὰρ αὐτὸν ἄνθρωπον, ἀλλ' ἐπιπλήττεται ὡς μὴ θεὸν αὐτὸν πίστει καὶ διανοίας ἐπεγνωκὼς ὄμμασιν. Εἰ γὰρ αὐτὸν ἐπεγνώκει θεόν, ἐπέγνω ἂν καὶ τὸν πατέρα· ὁ γὰρ ἑωρακὼς αὐτόν, θεὸν δηλαδή, ἐπέγνω καὶ τὸν πατέρα. Οὐ γὰρ ὁ ἄνθρωπον αὐτὸν ἐπιγνοὺς μόνον ἤδη καὶ τὸν πατέρα ἔγνω· οὐ γὰρ ἄνθρωπος ὁ πατήρ. Αὕτη δὲ ἡ γνῶσις, τὸ γινώσκειν δηλαδὴ θεὸν τὸν πατέρα καὶ αὐτὸν τὸν Ἰησοῦν θεόν, ζωὴ αἰώνιός ἐστι. Καὶ μέντοι τὸ μὴ εἰδέναι τοῦτο, θάνατος αἰώνιος. Καὶ ὁ Θωμᾶς τὸν ψηλαφώμενον ἔφη κύριον καὶ θεόν, καὶ ἐγκαλεῖται μὲν αὐτὸς ὡς μὴ πρὸ τοῦ ἑωρακέναι πιστεύσας, μακαρίζονται δὲ οἱ μὴ ἑωρακότες καὶ πιστεύσαντες. Καὶ Παῦλος δὲ ὁ ἀπόστολος· «Ὅτε κρινεῖ ὁ θεὸς τὸν κόσμον κατὰ τὸ εὐαγγέλιον διὰ Ἰησοῦ Χριστοῦ, ὅς ἐστιν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας.» Καὶ ἐν τῇ πρὸς Γαλάτας· «Ὅτε δὲ ἦλθε τὸ πλήρωμα τῶν καιρῶν, ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον.» Καὶ ἐν τῇ πρὸς Ἑβραίους. «Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν, ὡς καὶ Μωσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ. Πλείονος γὰρ δόξης οὗτος παρὰ Μωσῆν ἠξίωται καθόσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν· πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος· ὁ δὲ τὰ πάντα κατασκευάσας, θεός. Καὶ Μωσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων εἰς μαρτύριον τῶν λαληθησομένων, Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ· οὗ οἶκός ἐσμεν ἡμεῖς.» Ὅρα, ὡς εἰπὼν τὸν Ἰησοῦν πεποιημένον ὡς ἄνθρωπον καὶ τῷ Μωσῇ παραβαλὼν πλείονος δόξης παρὰ Μωσῆν ἠξιῶσθαί φησι, καὶ τοσοῦτον, ὅσον ὁ δημιουργὸς τοῦ δημιουργήματος καὶ υἱὸς δούλου. Ὁ μὲν γὰρ Μωσῆς θεράπων θεοφόρος, ὁ δὲ Χριστὸς θεὸς καὶ δεσπότης ἔνοικος· οὗ οἶκός ἐσμεν ἡμεῖς. «Ναὸς γὰρ θεοῦ ἐσμεν, καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ἡμῖν.» Θεὸς ἄρα ὁ Ἰησοῦς καὶ ποιητὴς φύσει θεός· οὐ γὰρ οἱ χάριτι καὶ μετοχῇ θεοὶ ἤδη καὶ δημιουργοί. 43 Ταῦτα πάντα περὶ τοῦ ἐκ Μαρίας τεχθέντος καὶ σταυρωθέντος λεχθέντα οὐκ ἀριδήλως θεὸν αὐτὸν καὶ ἄνθρωπον τοῖς γε νοῦν ἔχουσιν ἐμφαντικώτατα δηλοῖ; Ἀλλὰ τὸ σκότος τῆς κενῆς δόξης οἷα λήμη τοῖς νοεροῖς ὀφθαλμοῖς τῶν αἱρετιζόντων ἐπίκειται μὴ ἐῶν διαυγάσαι αὐτοῖς τὸν φωτισμὸν τοῦ εὐαγγελίου. Οὐ γὰρ δύνανται πιστεύειν δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες καὶ τὴν δόξαν τοῦ μόνου θεοῦ μὴ ζητοῦντες. Ἡμεῖς δέ, οἷς ἐδόθη διὰ θεοῦ φυγοῦσι τὴν δεισιδαίμονα πλάνην μετὰ θεοῦ γενέσθαι, οὕτω νοοῦμεν, οὕτω φρονοῦμεν, καὶ οὕτω κηρύττομεν· Ἕνα θεὸν τὸν πατέρα, ἕνα θεὸν τὸν υἱόν, ἕνα θεὸν τὸ πνεῦμα τὸ ἅγιον, ἕνα θεὸν τὰ τρία σὺν ἀλλήλοις νοούμενα, θεὸν ἕκαστον καθ' ἑαυτό, ἕνα θεὸν τὰ τρία, τὸ μὲν διὰ τὴν μοναρχίαν, τὸ δὲ διὰ τὰς ἰδιότητας. Μία γὰρ φύσις ἐν τρισὶ ταῖς ὑποστάσεσι, καὶ πρὸς ἓν τὰ ἐξ αὐτοῦ τὴν ἀναφορὰν ἔχει. Διὸ εἷς θεὸς τὰ τρία, τελεία δὲ ἡ φύσις ἤτοι ἡ θεότης ἐν ἑκάστῃ τῶν ὑποστάσεων, διὸ καὶ ἕκαστον καθ' ἑαυτὸ τέλειος θεός. Εἷς θεὸς τὰ τρία· θεὸς γὰρ καὶ ὁ λόγος αὐτοῦ καὶ τὸ πνεῦμα αὐτοῦ, εἷς θεός, ἐπεὶ καὶ ἄνθρωπος καὶ ὁ λόγος αὐτοῦ καὶ τὸ πνεῦμα αὐτοῦ οὐ τρεῖς ἄνθρωποι, ἀλλ' εἷς. Θεὸς τέλειος ἕκαστον· οὐ γὰρ δυνάμεις ἀνυπόστατοι οὐδ' εἰς ἀέρα χεόμεναι, ὁ τοῦ θεοῦ λόγος καὶ τὸ πνεῦμα αὐτοῦ τὸ ἅγιον, ἀλλ' ἕκαστον ἐνυπόστατόν τε καὶ τέλειον, ἵνα μὴ σύνθετος εἴη θεὸς ἐξ ἀτελῶν συγκείμενος τέλειος, ἀλλ' εἷς τέλειος ἐν τρισὶ τελείοις, ὑπερτελὴς καὶ προτέλειος. Πιστεύομεν δὲ καὶ ἀνενδοιάστως κηρύττομεν αὐτὸν τὸν πρὸ αἰώνων ἐκ πατρὸς γεννηθέντα μονογενῆ υἱὸν καὶ λόγον τὸν ὁμοούσιον τῷ πατρὶ τὸν φύσει θεόν, τὸν δι' οὗ τὰ πάντα ἐγένετο, ἐπ' ἐσχάτων τῶν χρόνων εὐδοκίᾳ πατρὸς συνειλῆφθαι ἐν τῇ παναχράντῳ καὶ παναμώμῳ μήτρᾳ τῆς ἁγίας παρθένου οἱονεὶ θεῖον σπόρον καὶ σεσαρκῶσθαι ἀτρέπτως καὶ ἀμεταβλήτως ἤτοι ἐν ἑαυτῷ ὑποστήσασθαι σάρκα ἐψυχωμένην ψυχῇ λογικῇ τε καὶ νοερᾷ καὶ γεγενῆσθαι τέλειον ἄνθρωπον μετὰ τοῦ μεῖναι, ὅπερ ἦν, τέλειος θεός. Οὐ γὰρ ἄνθρωπον συνέλαβεν ἡ ἁγία παρθένος, ἀλλὰ φύσει θεόν, τὸν προαιώνιον υἱὸν καὶ λόγον τοῦ θεοῦ ἐξ αὐτῆς σαρκωθησόμενον. Ἐφ' ἑκάστης γὰρ τῶν γυναικῶν σύλληψις γίνεται σπορᾶς ἐξ ἀνδρὸς καταβαλλομένης, καὶ τῆς τοῦ ἀνδρὸς σπορᾶς ἐστιν ἡ σύλληψις· καὶ ἡ σπορά ἐστιν ἡ ὑπόστασις ἅμα τῇ συλλήψει χορηγούσης τῆς γυναικὸς τὰ οἰκεῖα αἵματα καὶ συναφείας γινομένης, καὶ ἐν τῇ τοῦ ἀνδρὸς σπορᾷ ὑφισταμένων τῶν αἱμάτων, καὶ αὐτῆς τῆς σπορᾶς γινομένης αὐτοῖς ὑποστάσεως καὶ κοινῆς ὑποστάσεως ἑαυτῇ καὶ τοῖς γυναικείοις αἵμασι τῆς σπορᾶς γινομένης. Ἐπὶ δὲ τῆς ἁγίας παρθένου οὐχ οὕτως· οὐ γὰρ ἐκ σπορᾶς ἀνδρὸς ἡ σύλληψις, ἀλλὰ μετὰ τὴν συγκατάθεσιν τῆς ἁγίας παρθένου πνεῦμα ἅγιον ἐπῆλθεν ἐπ' αὐτὴν κατὰ τὸν τοῦ κυρίου λόγον, ὃν εἶπεν ὁ ἄγγελος, καθαῖρον αὐτὴν καὶ δύναμιν δεκτικὴν τῆς τοῦ λόγου θεότητος παρέχον, καὶ τότε ἐπεσκίασεν ἐπ' αὐτὴν ἡ τοῦ θεοῦ τοῦ ὑψίστου ἐνυπόστατος σοφία καὶ δύναμις, ὁ υἱὸς τοῦ θεοῦ, ὁ τῷ πατρὶ ὁμοούσιος, οἱονεὶ θεῖος σπόρος, καὶ συνέπηξεν ἑαυτῷ ἐκ τῶν ἁγνῶν καὶ καθαρωτάτων αὐτῆς αἱμάτων σάρκα ἐψυχωμένην ψυχῇ λογικῇ τε καὶ νοερᾷ, αὐτὸς γεγονὼς αὐτῇ ὑπόστασις. Οὕτω τε θεὸς ὑπάρχων ἐκ πατρὸς φύσει γέγονε καὶ φύσει ἄνθρωπος ἐκ μητρός. Ἔστι τε ὁ αὐτὸς τοῦτο κἀκεῖνο, θεὸς τέλειος ἀληθῶς καὶ φύσει τέλειος ἄνθρωπος ἀψευδῶς, μία ὑπόστασις ἐν δυσὶν ἀδιαιρέτως ταῖς φύσεσιν. Οὐ γὰρ ἄνθρωπον ἀποθεωθέντα ὁμολογοῦμεν, ἀλλὰ θεὸν σεσαρκωμένον καὶ ἐνανθρωπήσαντα· «ὁ λόγος γὰρ σὰρξ ἐγένετο.» Καὶ ὅλον θεὸν καὶ ὅλον ἄνθρωπον τὸν αὐτὸν καταγγέλλομεν, ὅλον θεὸν μετὰ τῆς σαρκὸς αὐτοῦ καὶ ὅλον ἄνθρωπον μετὰ τῆς ὑπερθέου αὐτοῦ θεότητος. Καὶ μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην δογματίζομεν. Καὶ δύο τοῦ φύσει υἱοῦ τοῦ θεοῦ καὶ θεοῦ τὰς γεννήσεις γινώσκομέν τε καὶ καταγγέλλομεν, μίαν τὴν ἐκ πατρὸς προαιώνιον ἀσωμάτως καὶ ἀναιτίως καὶ μίαν τὴν ἐπ' ἐσχάτων τῶν χρόνων διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ τῆς ἁγίας παρθένου σαρκωθέντος καὶ ἐνανθρωπήσαντος, σωματικήν τε καὶ χρονικήν. Διὸ καὶ θεοτόκον τὴν ἁγίαν παρθένον κηρύττομεν ὡς θεὸν κυρίως καὶ ἀληθῶς ἐξ αὐτῆς σαρκωθέντα γεννήσασαν. Χριστοτόκον δὲ αὐτὴν ἴσμεν μέν– Χριστὸν γὰρ ἐγέννησε–, ἀλλ' ἐπειδὴ ἐπ' ἀναιρέσει τῆς θεοτόκος φωνῆς ὁ θεώλης Νεστόριος ταύτῃ κατεχρήσατο, οὐ χριστοτόκον, ἀλλ' ἐκ τοῦ κρείττονος ταύτην θεοτόκον κατονομάζομεν· χριστοτόκοι γὰρ καὶ ἄλλαι προφητῶν καὶ βασιλέων μητέρες, μόνη δὲ θεοτόκος ἡ ἁγία παρθένος Μαρία. Δύο δὲ τὰς φύσεις τοῦ ἑνὸς Χριστοῦ τοῦ υἱοῦ τοῦ θεοῦ ἴσμεν καὶ δύο τὰς φυσικὰς θελήσεις τε καὶ ἐνεργείας· ἐνεργεῖ γὰρ ἐν ἑκατέρᾳ μορφῇ καὶ θέλει τοῦθ', ὅπερ ἴδιον ἔσχηκεν μετὰ τῆς θατέρου κοινωνίας. Καὶ τριάδι, οὐ τετράδι, καὶ μετὰ τὴν ἐνανθρώπησιν τοῦ υἱοῦ τοῦ θεοῦ λατρεύομεν, ἑνὶ πατρί, ἑνὶ υἱῷ τοῦ θεοῦ καὶ τῆς παρθένου, τῷ αὐτῷ θεῷ καὶ ἀνθρώπῳ, καὶ ἑνὶ ἁγίῳ πνεύματι, εἰς τοὺς αἰῶνας. Ἀμήν.