Contra Nestorianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
8.1
Εἰ μὴ φύσει υἱὸς θεοῦ καὶ θεὸς ὁ Ἰησοῦς ὁ τῆς παρθένου υἱός, πῶς «ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων»; Εἰ δὲ τῷ κατὰ φύσιν υἱῷ μόνῳ κάμπτει πᾶν γόνυ, πῶς τῷ θεῷ, εἰ μὴ καὶ ἄνθρωπος εἴη ὁ αὐτός, «τὸ ὑπὲρ πᾶν ὄνομα» χαρίζεται; Ὡς γὰρ θεὸς οὐ λαμβάνει· ἔχει γὰρ αὐτὸ προαιωνίως.