De duabus in Christo voluntatibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
12.1.1
Τῆς δὲ ὑποστάσεως αὐτοῦ ἴδιον τὸ υἱὸν εἶναι γεννητὸν ἐκ τοῦ πατρὸς καὶ οὐ πατέρα ἀγέννητον οὐδὲ γεννήτορα. Ἐκ τοῦ πατρὸς γὰρ γεγέννηται ἀπαθῶς, ἀσυνδυάστως, τουτέστιν ἄνευ μίξεως, ὡς φῶς ἐκ πυρός, μᾶλλον δὲ ὡς φῶς τέλειον ἐκ τελείου φωτός. Ἐκ τοῦ πατρὸς οὖν ἔχει τὸ εἶναι καὶ πάντα, ὅσα ἔχει. Διὸ καὶ λέγει· «Ὁ πατήρ μου μείζων μού ἐστιν·» ἐγὼ γὰρ ἐξ αὐτοῦ, εἰ καὶ μὴ μετ' αὐτόν, οὐκ αὐτὸς ἐξ ἐμοῦ. Διὸ καὶ τιμᾷ τὸν πατέρα.