De duabus in Christo voluntatibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
13.1.1
Εἰπόντες τοίνυν τὰ τῆς θείας φύσεως τοῦ Χριστοῦ ἰδιώματα, ἃ ἔσχεν ἐκ τοῦ πατρός, εἴπωμεν καὶ τὰ τῆς ἀνθρωπίνης αὐτοῦ φύσεως φυσικὰ ἰδιώματα, ἅπερ ἐκ τῆς ἐξ ἡμῶν ἔσχε προσλήψεως. Εἰ γὰρ θεὸς ὢν τέλειος γέγονε δι' ἡμᾶς καθ' ἡμᾶς ἄνθρωπος τέλειος, δῆλον, ὡς πάντα ἔχων τὰ φυσικὰ τῆς θεότητος ἰδιώματα καὶ κατὰ τοῦτο θεὸς ὢν τέλειος καὶ πάντα ἕξει τὰ φυσικὰ τῆς ἀνθρωπότητος ἰδιώματα, τουτέστι πάσας τὰς φυσικὰς δυνάμεις τῆς ἀνθρωπότητος, τὰς ἐνεργητικάς τε καὶ παθητικάς, ἵνα τέλειος ᾖ ἄνθρωπος· εἰ γάρ τι τῶν φυσικῶν οὐκ ἀνέλαβεν, οὐ τέλειος, ἀλλ' ἐλλιπής ἐστιν ἄνθρωπος.