De duabus in Christo voluntatibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
14.1.1
Ἔστω δὲ προδιωρισμένον, ὅτι πάσης ἐνεργείας καὶ χρήσεως καὶ πράξεως καὶ πάθους τὴν δύναμιν φυσικῶς παρὰ τοῦ δημιουργοῦ εἰλήφαμεν καὶ ταῦτα φυσικά ἐστιν· ἀδύνατον γὰρ οἱανοῦν φύσιν χρήσασθαι πράξει ἢ ἐνεργῆσαι ἐνέργειαν ἢ παθεῖν πάθος, ὧν τὴν δύναμιν οὐ κατὰ φύσιν ἔλαβεν. Οἷον οὐ δύναται ἡ γῆ βλαστῆσαι μὴ κατὰ φύσιν λαβοῦσα παρὰ τοῦ δημιουργοῦ τὴν βλαστικὴν δύναμιν, οὐδὲ τὸ ὕδωρ ζωοβλαστεῖν, ἵν' οὕτως εἴπω, τὴν τῶν ἰχθύων γέννησιν καὶ πρὸς βλάστησιν τῶν τῆς γῆς συντελεῖν ἐκφορίων, εἰ μὴ παρὰ τοῦ δημιουργοῦ τὴν τοιαύτην εἴληφε δύναμιν, οὐδὲ φυτὸν αὐξῆσαι δύναται, εἰ μὴ τὴν αὐξητικὴν ἔλαβε δύναμιν, οὐ τὸ πτηνὸν πέτασθαι μὴ τὴν τοῦ πέτασθαι λαβὸν δύναμιν, οὐ χερσαῖον βαδίζειν, οὐχ ἑρπετὸν ἕρπειν, εἰ μὴ ἕκαστον τὴν τοιαύτην ἔλαβε δύναμιν. Οὕτω δὴ καὶ ὁ ἄνθρωπος οὐ δύναται ὁρᾶν ἢ νοεῖν ἢ αὐτεξουσίως θέλειν ἢ ἐνεργεῖν, εἰ μὴ ἑκάστου τὴν δύναμιν ἔλαβε φυσικῶς παρὰ τοῦ δημιουργοῦ. 15 Ὁ ἄνθρωπος τοίνυν μικρὸς κόσμος ἐστίν. Ἔχει γὰρ ψυχὴν καὶ σῶμα καὶ μέσος ἕστηκε νοῦ καὶ ὕλης· σύνδεσμος γάρ ἐστιν ὁρατῆς καὶ ἀοράτου ἤτοι αἰσθητῆς καὶ νοητῆς κτίσεως. Ὀφθαλμὸς γὰρ καὶ τὸ καθαρώτατον τῆς ψυχῆς ἐστιν ὁ νοῦς. Κοινωνεῖ οὖν τοῖς μὲν ἀψύχοις σώμασι κατὰ τὴν ἐκ τῶν τεσσάρων στοιχείων κρᾶσιν καὶ σύνθεσιν, τοῖς δὲ φυτοῖς κατά τε ταῦτα καὶ κατὰ τὴν θρεπτικὴν καὶ αὐξητικὴν δύναμιν, ἔτι δὲ καὶ τὴν σπερματικήν, τοῖς δὲ ἀλόγοις ζῴοις καὶ ἐν τούτοις μέν, ἀλλὰ καὶ κατὰ τὸ ζωτικὸν καὶ κατὰ τὴν ἄλογον ὄρεξιν ἤγουν θυμὸν καὶ ἐπιθυμίαν, κατά τε τὸ φανταστικὸν καὶ μνημονευτικὸν καὶ κατὰ τὴν αἴσθησιν καὶ τὴν καθ' ὁρμὴν κίνησιν– καθ' ὁρμὴν δὲ κίνησίς ἐστιν ἡ κίνησις ὅλου τοῦ σώματος– καὶ τὸ φωνητικὸν καὶ ἀναπνευστικὸν καὶ ἐκ τόπου εἰς τόπον μεταβατικόν. Συνάπτεται δὲ ταῖς ἀσωμάτοις καὶ νοεραῖς δυνάμεσι διὰ τοῦ λογικοῦ καὶ τῆς λογικῆς τοῦ νοῦ ὀρέξεως, ἥτις ἐστὶ θέλησις, ἡ πρώτη τοῦ νοῦ κίνησις· ὀρεγόμενος γὰρ κινεῖται πρὸς νόησιν καὶ ὀρεγόμενος λογίζεται καὶ ὀρεγόμενος κρίνει. Αὕτη δὲ ἡ ὄρεξις αὐτεξούσιός ἐστιν· αὐτεξουσίως γὰρ ὀρεγόμενος νοεῖ καὶ λογίζεται καὶ κρίνει. 16 Ἴδια μὲν τοῦ σώματος τομὴ καὶ ῥεῦσις καὶ μεταβολὴ ἡ κατὰ ποιότητα ἤτοι ψύξιν, θέρμανσιν, ὑγρότητα καὶ ξηρότητα, καὶ ἡ τῶν μελῶν διοργάνωσις. Ἴδια δὲ ψυχῆς λογικῆς μόνης αὐτῆς καθ' αὑτὴν ζωή, νόησις καὶ ἡ λογικὴ ὄρεξις, ἥτις κυρίως ἐστὶ θέλησις. Καὶ πρὸ τούτων ἰδικώτατον ψυχῆς χωρίζον αὐτὴν ἐκ τῆς τῶν ἀγγέλων οὐσίας τὸ ἐν σώματι πολιτεύεσθαι καὶ τούτῳ μεταδιδόναι ζωῆς καὶ κινήσεως καὶ τὸ αὐτεξουσίως κατ' οἰκείαν ὄρεξιν ἤτοι θέλησιν ἄγειν τὸ σῶμα καὶ τὴν ἄλογον ὄρεξιν, ἐπιθυμίαν καὶ θυμὸν καὶ τὴν καθ' ὁρμὴν κίνησιν, καὶ φυσικῶς ἄρχειν ὡς ἰδίου φυσικοῦ δούλου τοῦ οἰκείου σώματος. Διὸ καὶ πλέον τῶν ἀγγέλων κατ' εἰκόνα ὁ ἄνθρωπος· ὁ γὰρ ἄγγελος οὐκ ἔχει φυσικὸν δοῦλον οὐδὲ φυσικῶς ἐστι δεσπότης.