De duabus in Christo voluntatibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
17.1.1
Κοινὰ δὲ ψυχῆς καὶ σώματος, ὧν ἡ ψυχὴ τῷ σώματι μεταδίδωσι, τὸ ζωτικόν, τὸ φανταστικόν, τουτέστι τὸ τῶν αἰσθητῶν ἀντιληπτικὸν ἢ διαγνωστικόν, αὐτὸ τὸ αἰσθητικὸν ἤγουν αἱ πέντε αἰσθήσεις· ὅρασις, ἀκοή, ὄσφρησις, γεῦσις, ἁφή, ἔτι καὶ τὸ μνημονευτικὸν καὶ ἡ καθ' ὁρμὴν κίνησις τό τε θρεπτικὸν καὶ αὐξητικὸν καὶ ἡ ἄλογος ὄρεξις, θυμὸς λέγω καὶ ἐπιθυμία, πεῖνά τε καὶ δίψα καὶ κόπος καὶ πτύελος, ἡδονὴ καὶ λύπη καὶ ἀηδία, φόβος, δειλία καὶ ἀγωνία, ἀδημονία, ταραχή, ἱδρὼς καὶ θάνατος– θάνατος γάρ ἐστι χωρισμὸς ψυχῆς ἐκ τοῦ σώματος– καὶ πᾶσα ἡ τῆς τροφῆς καὶ αὐξήσεως οἰκονομία. 18 Ταῦτα πάντα ἄλογα πάθη εἰσὶ καὶ ἐνέργειαι, ἐνέργειαι μὲν καὶ δυνάμεις τῆς φύσεως– διὸ καὶ πάντα τὰ φυσικὰ παρὰ θεοῦ δεδωρημένα τῇ φύσει–, πάθη δέ, ὅτι πᾶσα κτίσις κτιστὴ παθητικῶς κινεῖται καὶ ἐνεργεῖ· μόνη δὲ ἡ θεία φύσις ἐστὶν ἀπαθής, ἀπαθῶς κινουμένη καὶ ἀκινήτως ἐνεργοῦσα. Ἔτι δὲ τινὲς μὲν αὐτῶν δοκοῦσι μᾶλλον εἶναι ἐνέργειαι, τινὲς δὲ πάθη· πρεπωδέστερον γὰρ εἰπεῖν τὴν ζωὴν μᾶλλον ἐνέργειαν, τὸν δὲ θάνατον καὶ τὴν τομὴν καὶ τὴν ῥεῦσιν πάθος. Ἡ μὲν οὖν τομὴ καὶ ἡ ῥεῦσις καὶ ἡ κατὰ ποιότητα μεταβολή, τουτέστι λεύκανσις, μέλανσις, ψύξις, θέρμανσις, νόσος καὶ τὰ τοιαῦτα, πάθη εἰσίν, ὁμοίως καὶ ἡ τῶν μελῶν διοργάνωσις ἤτοι διάπλασις· ἡ μὲν γὰρ φύσις ἐνεργεῖ διοργανοῦσα καὶ διαπλάττουσα, πάσχει δὲ τὸ σῶμα διοργανούμενον. Φύσιν δὲ λέγω τὸν ἐξ ἀρχῆς παρὰ τοῦ δημιουργοῦ δοθέντα ἑκάστῳ εἴδει νόμον καὶ δύναμιν, καθ' ἣν κινεῖται ἢ ἠρεμεῖ. Κινεῖται μέν, πρὸς ἃς ἔχει δύναμιν ἐνεργείας νοῶν, λογιζόμενος, θέλων, αἰσθανόμενος, τόπους ἐκ τόπων ἀμείβων· τούτων γὰρ τὴν δύναμιν ἔχει παρὰ τοῦ δημιουργοῦ. Ἠρεμεῖ δὲ μὴ κινούμενος, πρὸς ἃς οὐκ ἔλαβε δύναμιν ἐνεργείας μὴ ἱστάμενος. Κινήσεις δέ εἰσι γένεσις καὶ φθορὰ καὶ ἀλλοίωσις, αὔξησις, μείωσις καὶ ἡ τοπικὴ κίνησις. Ἑξάτροπος δὲ αὕτη ἐστίν, ἔμπροσθεν, ὀπίσω, δεξιά, ἀριστερά, ἄνω, κάτω· καὶ πάντα δὲ τὰ λοιπὰ τὰ εἰρημένα κινήσεις εἰσίν· ἡ δὲ νόησις καὶ ἡ λογικὴ ὄρεξις ὅ τε διαλογισμὸς καὶ ἡ ζήτησις καὶ σκέψις καὶ βουλὴ καὶ κρίσις καὶ διάθεσις καὶ προαίρεσις γνώμη τε καὶ ἡ πρὸς τὴν χρῆσιν ὁρμὴ ἐνέργειαί εἰσιν. Δοκεῖ δὲ μᾶλλον ἡ νόησις εἶναι ἐνέργεια, ἡ δὲ ὄρεξις πάθος· πᾶν γὰρ ὀρεγόμενον πάσχει. Λέγομεν δὲ αὐτὴν λογικὴν ὄρεξιν τὴν ἐνέργειαν, διότι αὐτεξούσιός ἐστιν, ἐξουσιάζουσα τῶν ἀλόγων παθῶν καὶ κρίνουσα καὶ κυβερνῶσα καὶ χαλιναγωγοῦσα ταῦτα, θυμὸν καὶ ἐπιθυμίαν καὶ αἴσθησιν καὶ τὴν καθ' ὁρμὴν κίνησιν. Ταῦτα γὰρ ὑπήκοα καὶ ἐπιπειθῆ τῷ λόγῳ εἰσὶν ἄλογα πάθη· πέφυκε γὰρ πείθεσθαι τῷ λόγῳ καὶ ὑποτάσσεσθαι καὶ κινεῖσθαι, ὡς ἂν ὁ λόγος κελεύῃ ἐπὶ τῶν κατὰ φύσιν ἀνθρώπων. Ἔστι δὲ καὶ ταῦτα πάθη συστατικὰ τῆς ζῳώδους οὐσίας· ἄνευ γὰρ τούτων οὐκ ἔστι συστῆναι τὴν ζωήν. Ταῦτα δὲ εἰς ὑπηρεσίαν ἐδόθησαν τῷ ἀνθρώπῳ παρὰ τοῦ δημιουργοῦ, ἡ μὲν ἐπιθυμία πρὸς θεὸν καὶ τὰ αὐτοῦ θελήματα, ὁ δὲ θυμὸς κατὰ τοῦ διαβόλου καὶ τῆς ἁμαρτίας καὶ πρὸς τὸ ἀνδρειοῦν τὴν ἐπιθυμίαν. Ἡ μὲν οὖν ἄλογος ὄρεξις πρὸς σύστασιν τῆς ζῳώδους οὐσίας δέδοται, ἡ δὲ λογικὴ καὶ αὐτεξούσιος, ὅπως αὐτεξουσίως χαλιναγωγήσῃ πᾶσαν φυσικὴν κίνησιν καὶ ὑποταγῇ καὶ ὑποτάξῃ τῷ νόμῳ τοῦ κτίσαντος. Συνέζευκται τοίνυν ἡ νόησις καὶ ἡ ὄρεξις ἐν τῷ ἀνθρώπῳ, ὅπως μὴ ἀκουσίως πάσχωμεν τὰ τῶν ἀλόγων λογικοὶ ὄντες. Καὶ γὰρ ὁ νοῦς αὐτεξουσίως ὀρεγόμενος καὶ λογικῶς καὶ νοητικῶς ὀρεκτικῶς νοεῖ καὶ σκέπτεται καὶ ζητεῖ καὶ βουλεύεται καὶ διακρίνει καὶ διατίθεται πρὸς τὸ κριθὲν καὶ προαιρεῖται καὶ ὁρμᾷ πρὸς τὴν πρᾶξιν· φύσει γὰρ κατάρχει τοῦ ἀλόγου τὸ λογικόν. Εἰ οὖν ὡς λογικὸς πάσης ἀλόγου κτίσεως βασιλεὺς ἐδημιουργήθη ὁ ἄνθρωπος, πῶς οὐκ ἔσται τῶν ἐν αὐτῷ ἀλόγων παθῶν αὐτεξούσιος; Ὀρεκτικὸς οὖν καὶ λογικὸς καὶ νοητικὸς ὢν ὀρεκτικῶς νοεῖ καὶ λογίζεται καὶ λογικῶς καὶ νοητικῶς αὐτεξουσίως ὀρέγεται. Τῶν δὲ κοινῶν ψυχῆς καὶ σώματος τὸ μὲν ζωτικὸν ἐνέργεια μᾶλλόν ἐστι καὶ τὸ φανταστικὸν δὲ καὶ αἰσθητικὸν καὶ μνημονευτικὸν καὶ ἡ καθ' ὁρμὴν κίνησις παθητικαί εἰσιν ἐνέργειαι ἢ ἐνεργητικὰ πάθη, ὁ δὲ θυμὸς καὶ ἡ ἐπιθυμία πεῖνά τε καὶ δίψα, κόπος, φόβος, δειλία καὶ ἀγωνία, ἡδονή, λύπη, πτύελος καὶ ἱδρὼς τό τε θρεπτικὸν καὶ αὐξητικὸν καὶ ἐπὶ πᾶσιν ὁ θάνατος πάθη εἰσίν. 19 Ταῦτα πάντα φυσικά εἰσι καὶ ἀδιάβλητα παρὰ τοῦ δημιουργοῦ τῇ φύσει τῶν ἀνθρώπων δεδωρημένα. Αὐτὸς γὰρ καὶ τὸ εἶναι καὶ τὸ οὕτως εἶναι ἐδωρήσατο, καὶ οὐκ ἔστιν ἀνθρώπων οὐδείς, ὃς τούτων ἀμέτοχος γέγονε. Τὸ δὲ ἔχειν ταῦτα τὴν μὲν τοῦ δημιουργοῦ σοφίαν καὶ ἀρετὴν παρίστησιν, ἡμῖν δὲ οὔτε ἀρετὴ οὔτε κακία λογίζεται· καλὰ μὲν γάρ εἰσι καὶ ἐπ' ἀγαθῷ ὑπὸ τοῦ ἀγαθοῦ δεδωρημένα, ὁ δὲ τρόπος τῆς χρήσεως αὐτῶν ἀρετὴν καὶ κακίαν συνίστησιν. Ἂν μὲν γὰρ ὑποταγῇ τὸ θέλημα τῷ νόμῳ τοῦ θεοῦ καὶ κατὰ τὸν νόμον αὐτοῦ ὁ νοῦς κυβερνήσῃ τὰ ὑπήκοα αὐτῷ, πάσας φημὶ τὰς ψυχικὰς κινήσεις, κατ' ἐξαίρετον δὲ θυμὸν καὶ ἐπιθυμίαν– ταῦτα γὰρ ὑπήκοα τῷ λόγῳ–, ἀρετὴν εἰργασάμεθα καὶ δικαιοσύνην ἐπληρώσαμεν. Ἐπὶ τούτῳ γὰρ ἐλάβομεν τὴν τούτων ἐξουσίαν καὶ ὡς ἐξουσίαν λαβόντες καὶ νόμον ἐδεξάμεθα καὶ ὑπὸ νόμον γεγόναμεν· τὰ γὰρ ἄλογα μὴ ἔχοντα τὸν ἡγεμόνα νοῦν τὸν αὐτεξούσιον θυμοῦ καὶ ἐπιθυμίας οὐκ ἔλαβε νόμον. Φύσει τοιγαροῦν τοῦ δημιουργοῦ δοῦλοι ὑπάρχοντες καὶ τὸ αὐτεξούσιον ἔχοντες, τὸ τῆς ἀρετῆς συστατικόν,– οὐ γὰρ ἀρετὴ οὐδὲ τερπνὸν τὸ βίᾳ γινόμενον– νόμον ἐλάβομεν, ὅπως ἐπιγνῶμεν, ὅτι δεσπότην ἔχομεν,– ἵνα μὴ ἐν σκότει διαπορευόμενοι βόθροις περιπέσωμεν· «λύχνος γὰρ τοῖς ποσί μου ὁ νόμος σου καὶ φῶς ταῖς τρίβοις μου», ἔφη Δαυὶδ ὁ προφήτης·– ὅπως γνωσθῇ ἡμῶν ὁ πρὸς τὸν δεσπότην πόθος καὶ εὔνοια,– ὅπως τε τῷ θεῷ τοῦ ἀγαθοῦ κοινωνήσωμεν, «ἵν' ᾖ τοῦ ἑλομένου τὸ ἀγαθὸν οὐχ ἧττον ἢ τοῦ παρασχόντος τὰ σπέρματα»· αὐτὸς γὰρ ἡμῖν τὴν δύναμιν τῆς ἀγαθοεργίας ἐδωρήσατο. Αὐτεξουσίους δὲ ἡμᾶς ἐποίησεν, ἵνα ἐξ αὐτοῦ καὶ ἐξ ἡμῶν τὸ ἀγαθὸν γένοιτο· παντὶ γὰρ τῷ προαιρουμένῳ τὸ ἀγαθὸν ὁ θεὸς συνεργεῖ εἰς τὸ ἀγαθόν.– ὅπως τὸ κατὰ φύσιν φυλάξαντες τῶν ὑπὲρ φύσιν τύχωμεν, τῆς ἀφθαρσίας καὶ τῆς θεώσεως ἐκ τῆς πρὸς τὸ θεῖον ἑνώσεως διὰ τῆς κατὰ δύναμιν τοῦ θελήματος πρὸς αὐτὸ ὁμοιώσεως·– ὅπως μὴ ταῖς φυσικαῖς δυνάμεσιν ἀλόγως χρώμενοι παρασυμβληθῶμεν τοῖς ἀνοήτοις κτήνεσι καὶ ὁμοιωθῶμεν αὐτοῖς. Εἰ γὰρ μὴ ὑποταγῇ ἡ θέλησις ἡμῶν τῷ θείῳ θελήματι, ἀλλὰ κατ' οἰκείαν γνώμην καὶ αἵρεσιν χρήσηται ὁ αὐτεξούσιος νοῦς θυμῷ καὶ ἐπιθυμίᾳ κακίαν εἰργάσατο· κακία γὰρ οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ ἁμαρτία καὶ ἀποτυχία καὶ παρακοὴ τοῦ δεσποτικοῦ νόμου. Ὥστε τὸ αὐτεξούσιον πρῶτον ἀγαθὸν τῇ λογικῇ φύσει πρέπον, καὶ τὸ κεχρῆσθαι τῷ αὐτεξουσίῳ καὶ κατεξουσιάζειν καὶ κρατεῖν τῶν ἀλόγων παθῶν, θυμοῦ λέγω καὶ ἐπιθυμίας, ἀρετή, τὸ δὲ προδιδόναι τὸ αὐτεξούσιον καὶ ἡττᾶσθαι τοῖς ἀλόγοις πάθεσι καὶ ἀλόγως καὶ κτηνωδῶς βιοῦν, τοῦτο κακία, τοῦτο ἁμαρτία.– ἵνα μὴ ἀσχημονῶμεν τὰ τῶν ἀλόγων πράσσοντες, ἀλλ' ἐπέχωμεν λόγῳ τὰς ὁρμὰς τῆς φύσεως. Οὐ γὰρ πρέπει τῷ λογικῷ ἡ τῶν ἀλόγων πολιτεία, ἀλλὰ μᾶλλον καὶ τοῖς ἀλόγοις πάθεσι λογικῶς κεχρῆσθαι καὶ λόγῳ ταῦτα ῥυθμίζειν καὶ κατ' ἐξουσίαν ἄγειν καὶ ἡνιοχεῖν καὶ ἄγεσθαι καὶ ὑπείκειν τῷ θείῳ νόμῳ καὶ τούτοις κεχρῆσθαι, καθὼς ὁ κύριος διετάξατο.