De duabus in Christo voluntatibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1.1
Οἱ δύο φύσεις καὶ μίαν ὑπόστασιν ἐπὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὁμολογοῦντες διπλᾶ μὲν καὶ διάφορα τὰ τῶν φύσεων φυσικὰ ἰδιώματα συνομολογεῖν ὀφείλουσιν, ἁπλᾶ δὲ τὰ τῆς ὑποστάσεως· ἀμήχανον γὰρ φύσιν συστῆναι ἐκτὸς τῶν κατ' αὐτὴν φυσικῶν ἰδιωμάτων τῶν συνιστώντων αὐτὴν καὶ ἀποδιαιρούντων ἐκ τῶν λοιπῶν φύσεων, ὧν τὸ ἄθροισμα ἐν ἑτέρῳ οὐ θεωρηθήσεται εἴδει. Ἀδύνατον δ' αὖ πάλιν τὴν μίαν καὶ τὴν αὐτὴν ὑπόστασιν διαφέρειν ἑαυτῆς τοῖς συστατικοῖς καὶ χαρακτηριστικοῖς αὐτῆς καὶ ἀφοριστικοῖς ἐκ τῶν λοιπῶν ὁμοειδῶν ὑποστάσεων, τοῖς ὑποστατικοῖς, φημί, ἰδιώμασιν, ὧν τὸ ἄθροισμα ἐφ' ἑτέρας ὑποστάσεως θεωρηθῆναι ἀμήχανον. Συμβεβηκότα δὲ ταῦτα καὶ ἐπουσιώδη καλεῖν ἔθος τοῖς περὶ ταῦτα δεινοῖς.