De duabus in Christo voluntatibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
20.1.1
Εἰδέναι τοίνυν χρεών, ὡς ἡ τῶν ὀνομάτων σύγχυσις ποιεῖ τοῖς αἱρετικοῖς τὴν πλάνην. Καθὼς οὖν τοῖς μονοφυσίταις, τοῖς ἀκεφάλοις φημί, τὸ ταυτὸν λέγειν φύσιν καὶ ὑπόστασιν αἴτιον γέγονε λέγειν ἐπὶ Χριστοῦ μίαν φύσιν, ἵνα μὴ εἰς δύο ὑποστάσεις τὸν Χριστὸν διέλωσιν, ἔτι δὲ καὶ τοῖς Νεστορίου ὁμόφροσι τοῦ λέγειν δύο ὑποστάσεις, ἵνα μὴ τὰς δύο Χριστοῦ φύσεις εἰς μίαν συγχέωσιν, οὕτω καὶ τοῖς μονοθελήταις τὸ μὴ εἰδέναι τὴν διαφορὰν τοῦ φυσικοῦ καὶ τοῦ ὑποστατικοῦ θελήματος, τουτέστι τοῦ γνωμικοῦ, αἴτιον γέγονε τοῦ ἓν λέγειν ἐπὶ Χριστοῦ θέλημα. Ἵνα οὖν τὴν ἐκ τῆς ὁμωνυμίας διαφύγωμεν πλάνην, οὕτω τὸν περὶ τοῦ θελήματος ἀναπτύξωμεν λόγον.