De duabus in Christo voluntatibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
22.1.1
Ἆρα πᾶς ἄνθρωπος ἔχει τὴν δύναμιν τὴν θελητικὴν ἢ οὔ; Δῆλον, ὡς πᾶς ἄνθρωπος ἔχει τὸ δύνασθαι θέλειν καὶ πᾶς ἄνθρωπος ἔχει τὸ θέλειν· τίς γὰρ ἄνθρωπος γέγονεν, ὃς οὐκ ἠθέλησεν οὐδέν; Οὐ πᾶς δὲ ἄνθρωπος τὸ αὐτὸ θέλει, ἀλλ' ὁ μὲν τόδε, ὁ δὲ τόδε, οὐδὲ πᾶς ἄνθρωπος ὡσαύτως θέλει, ἀλλ' ὁ μὲν καλῶς, ὁ δὲ κακῶς, ἕκαστος κατὰ τὴν οἰκείαν γνώμην. Ὥστε ἡ μὲν θέλησις, τουτέστιν ἡ θελητικὴ δύναμις καὶ αὐτὸ τὸ ἁπλῶς θέλειν, φυσικόν, τὸ δὲ θελητόν, τουτέστι τὸ τὶ θέλειν, γνωμικὸν καὶ ὑποστατικόν.