Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De duabus in Christo voluntatibus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
23.1.1
Καὶ πάλιν· Τῶν ὁμωνύμων, ὡς εἴπομεν, ὂν τὸ θέλημα ποτὲ μὲν σημαίνει τὴν θέλησιν, ποτὲ δὲ τὸ θελητόν. Δεῖ γὰρ εἰδέναι, ὅτι ἄλλο ἐστὶ θέλησις καὶ ἄλλο τὸ θέλειν καὶ ἄλλο τὸ τὶ καὶ πῶς θέλειν καὶ ἄλλο τὸ θελητὸν καὶ ἄλλο τὸ θελητικὸν καὶ ἄλλο ὁ θέλων, ὥσπερ ἄλλο ὅρασις καὶ ἄλλο τὸ ὁρᾶν καὶ ἕτερον τὸ τὶ καὶ πῶς ὁρᾶν καὶ ἄλλο τὸ ὁρατὸν καὶ ἄλλο τὸ ὁρατικὸν καὶ ἕτερον ὁ ὁρῶν. Ὅρασις μὲν γάρ ἐστιν αὐτὴ ἡ ὁρατικὴ δύναμις τῆς ψυχῆς ἡ ἐν τῷ ὀφθαλμῷ ἐνεργοῦσα, καθ' ἣν ὁρῶμεν. Ὁρᾶν δέ ἐστι τὸ κεχρῆσθαι τῇ ὁρατικῇ δυνάμει καὶ ἐνεργεῖν καὶ βλέπειν· οὐδεὶς δὲ ὁρᾷ μὴ ἔχων ὅρασιν, τουτέστι δύναμιν τοῦ ὁρᾶν. Τὶ δὲ ὁρᾶν ἐστιν οὐρανὸν ὁρᾶν ἢ γῆν ἢ ἕτερόν τι. Ὅπως ὁρᾶν ἐστι καλῶς ἢ κακῶς. Ὁρατὸν δέ ἐστι τὸ ὑποκείμενον τῇ ὁράσει, τουτέστι τὸ ὁρώμενον σῶμα ἢ χρῶμα ἢ σχῆμα. Ὁρατικὸν δέ ἐστι τὸ ἔχον ἐκ φύσεως τὴν ὁρατικὴν δύναμιν, οἷον ὁ ἄνθρωπος ἐκ φύσεως ἔχει τὴν δύναμιν τοῦ ὁρᾶν, κἂν κοιμᾶται, κἂν ἐτυφλώθη· ὁρατικὸν γὰρ ζῷον ὁ ἄνθρωπος. Ὁρῶν δέ ἐστιν ὁ κεχρημένος τῇ ὁράσει, τουτέστι τῇ ὁρατικῇ δυνάμει, καὶ ἐνεργῶν καὶ βλέπων. Οὕτω θέλησις μέν ἐστιν αὐτὴ ἡ θελητικὴ δύναμις ἡ τῇ ψυχῇ φυσικῶς δεδομένη παρὰ τοῦ δημιουργοῦ, τουτέστι τὸ δύνασθαι θέλειν. Θέλειν δέ ἐστι τὸ κεχρῆσθαι κατ' ἐνέργειαν τῇ θελητικῇ δυνάμει καὶ ὀρέγεσθαι· οὐδεὶς δὲ θέλει μὴ ἔχων θέλησιν, τουτέστι δύναμιν τοῦ θέλειν. Θελητὸν δέ ἐστι τὸ ὑποκείμενον τῇ θελήσει, αὐτὸ τὸ πρᾶγμα, ὅπερ θέλομεν· οἷον θέλω πλεῦσαι, τὸ πλεῦσαι θελητόν ἐστιν, θέλω σωφρονῆσαι, τὸ σωφρονῆσαι θελητόν ἐστιν. Ἀθέλητον δέ ἐστιν, ὅπερ τις οὐ θέλει, ὥσπερ ἀόρατον, ὅπερ τις οὐχ ὁρᾷ. Τὶ δὲ θέλειν ἐστὶν ἑνωθῆναι θεῷ θέλειν, θέλειν φαγεῖν, θέλειν πιεῖν, θέλειν πλεῦσαι, θέλειν συναφθῆναι γυναικί. Πῶς δὲ θέλειν ἐστὶ καλῶς θελῆσαι, ἤγουν θελῆσαι καλῶς καὶ κατὰ νόμον θεοῦ τῇ ἰδίᾳ γυναικὶ μιγῆναι ἢ κακῶς καὶ παρὰ τὸν νόμον τοῦ θεοῦ ἀλλοτρίᾳ. Θελητικὸν δέ ἐστι τὸ ἔχον ἐκ φύσεως τὴν θελητικὴν δύναμιν, οἷον ὁ ἄνθρωπος, ὁ ἄγγελος, ὁ θεός. Ἕκαστος γὰρ αὐτῶν ἐκ φύσεως ἔχει τὴν θελητικὴν δύναμιν· καὶ γὰρ ἑκάστη τῶν τῆς θεότητος ὑποστάσεων θέλει καὶ ἑκάστη ὑπόστασις ἀγγέλων θέλει καὶ ἑκάστη ὑπόστασις ἀνθρώπων θέλει. Ὅπερ δὲ ἑκάστη ὑπόστασις ἔχει, φυσικόν ἐστι· φυσικὸν γάρ ἐστι τὸ ἐν πάσαις ταῖς ὁμοειδέσι καὶ ὁμοουσίοις ὑποστάσεσι θεωρούμενον. Θέλων δέ ἐστιν ὁ κεχρημένος τῇ θελήσει, τουτέστι τῇ θελητικῇ δυνάμει, καὶ ὀρεγόμενος ἤγουν ὑπόστασις.

Intertext edge

Open linked passage

Note