De duabus in Christo voluntatibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
24.1.1
Τὸ οὖν θέλημα ποτὲ μὲν σημαίνει τὴν θέλησιν, τουτέστι τὴν θελητικὴν δύναμιν, ποτὲ δὲ τὸ θελητόν, τουτέστιν αὐτὸ τὸ πρᾶγμα, ὅπερ θέλομεν· ἡ μὲν οὖν θέλησις φυσικὴ καὶ τὸ ἁπλῶς θέλειν φυσικόν. Πᾶς γὰρ ἄνθρωπος ἔχει τὴν δύναμιν τοῦ θέλειν καὶ πᾶς ἄνθρωπος θέλει, τουτέστι κέχρηται τῇ θελήσει· θελητικὸν γὰρ ζῷον ὁ ἄνθρωπος. Τὸ δὲ θελητὸν οὐ φυσικὸν μόνον, ἀλλὰ καὶ γνωμικὸν καὶ ὑποστατικόν. Ἀλλ' οὐ πᾶς ἄνθρωπος ὡσαύτως θέλει οὐδὲ τὸ αὐτό· ὥστε τὸ πῶς θέλειν, καλῶς ἢ κακῶς, ἢ τὸ τὶ θέλειν, τόδε ἢ ἐκεῖνο, οὐ φυσικόν, ἀλλὰ γνωμικὸν καὶ ὑποστατικὸν ἐπί τε ἀγγέλων καὶ ἀνθρώπων. Ἐπὶ μὲν γὰρ τῆς ἁγίας καὶ ἀδιαιρέτου τριάδος μία τῶν τριῶν ὑποστάσεων φυσικὴ θέλησις καὶ ἓν φυσικὸν τὸ ἀγαθόν, καὶ οὐχ ἑκάστη ὑπόστασις ἴδιον ἔχει θελητὸν οὐδὲ ἰδίαν κίνησιν, ἀλλὰ μία κίνησις καὶ ἓν θελητὸν τῶν τριῶν ὑποστάσεων· διὸ οὐ τρεῖς θεοί, ἀλλὰ εἷς θεὸς αἱ τρεῖς ὑποστάσεις, εἷς θεὸς μετὰ τῶν ἑαυτοῦ δυνάμεων, ἀλλ' οὐ σύνθετος. Ἑκάστη γὰρ αὐτῶν θεὸς τέλειος καὶ τελεία ὑπόστασις· σύνθεσις δὲ φύσεως ἐξ ὑποστάσεως οὐ γίνεται, καὶ ξένον τοῦτο παντελῶς καὶ μόνον πρέπον θεῷ. Ἐπὶ δὲ ἀγγέλων καὶ ἀνθρώπων οὐχ οὕτως· μία μὲν γάρ ἐστιν ἡ θέλησις τῶν ἀγγέλων, ἡ παρὰ θεοῦ δοθεῖσα αὐτοῖς φυσικὴ τοῦ θέλειν δύναμις. Ἕκαστος γὰρ ἄγγελος θέλει καὶ ἕκαστος ἄνθρωπος θέλει, οὐ μία δὲ κίνησις πάντων τῶν ἀγγέλων οὔτε μὴν πάντων τῶν ἀνθρώπων, ἀλλ' ἑκάστη ὑπόστασις ἰδίαν ἔχει κίνησιν καὶ ἴδιον θελητόν· οὐχ ὁμοίως γὰρ θέλουσι πᾶσαι αἱ ὑποστάσεις τῶν ἀγγέλων οὐδὲ τὸ αὐτὸ οὐδὲ αἱ τῶν ἀνθρώπων, ἀλλ' ἡ μὲν καλῶς, ἡ δὲ κακῶς, καὶ ἡ μὲν τόδε, ἡ δὲ τόδε, καὶ τοῦδε κινουμένου καὶ θέλοντος οὐ συγκινεῖται καὶ συνθέλει ὁ ἕτερος. Ὥστε ἐπὶ τῶν ἀγγέλων καὶ ἀνθρώπων ἡ μὲν θέλησις φυσική ἐστιν, ὁμοίως καὶ τὸ θέλειν φυσικόν. Πᾶς γὰρ ἄνθρωπος θελητικός ἐστιν καὶ πᾶς ἄνθρωπος θέλει, οὐ πᾶς δὲ ἄνθρωπος τοῦ αὐτοῦ πράγματός ἐστι θελητικὸς οὐδὲ τὸ αὐτὸ θέλει. Ἐπὶ μὲν γὰρ τῆς ἁγίας τριάδος αἱ τρεῖς ὑποστάσεις ἐν ἀλλήλαις εἰσί, καὶ ὁ λόγος καὶ τὸ πνεῦμα δυνάμεις εἰσὶ τοῦ πατρός, καὶ διὰ τοῦτο μία κίνησις καὶ ὡσαύτως καὶ τὸ αὐτὸ θελητόν. Οἱ δὲ ἄγγελοι καὶ οἱ ἄνθρωποι ἕκαστος ἀποτετμημένην καὶ ἰδιαίρετον ἔχει τὴν ἑαυτοῦ ὑπόστασιν, εἰ καὶ μιᾶς εἰσι φύσεως· διὰ τοῦτο ἡ μὲν δύναμις τοῦ θέλειν καὶ τὸ θέλειν ἓν καὶ φυσικόν, τὸ δὲ πῶς καὶ τὸ τὶ θέλειν ὑποστατικὸν καὶ γνωμικόν. Καὶ μία μὲν αὐτῶν θελητικὴ φύσις, πολλοὶ δὲ θέλοντες, διαφόρως καὶ ἄλλο καὶ ἄλλο θέλοντες. 25 Θέλησις τοίνυν ἐστὶν ὄρεξις ζωτική τε καὶ λογική· ἡ δὲ ζωτική, πάντως καὶ αἰσθητική. Τὰ μὲν οὖν ἄλογα αἰσθητικῶς ὀρέγεται, ἀλλ' οὐ λογικῶς οὐδὲ αὐτεξουσίως· ὁ δὲ ἄνθρωπος ζῷον ὑπάρχων λογικὸν ὡς μὲν ζῷον ζωτικῶς καὶ αἰσθητικῶς ὀρέγεται, ὡς δὲ λογικὸς λογικῶς καὶ αὐτεξουσίως. Θέλησις οὖν ἐστι φυσικὴ ὄρεξις λογική τε καὶ ζωτική, μόνων ἠρτημένη τῶν φυσικῶν. Φυσικὰ δὲ θελήματά εἰσι πρῶτον τὸ ὑποτάσσεσθαι τῷ νόμῳ τοῦ θεοῦ– φύσει γὰρ δοῦλος θεοῦ καὶ ὑποχείριος ὁ ἄνθρωπος–, ἔπειτα καὶ τὰ τῆς φύσεως συστατικά, οἷον πεῖνα, δίψα, ὕπνος καὶ τὰ τοιαῦτα· ὑποστατικὴ δὲ καὶ γνωμικὴ θέλησις ὄρεξις καθ' ἡδονὴν καὶ κατ' οἰκείαν γνώμην τῆς κεχρημένης ὑποστάσεως καὶ οὐ κατὰ νόμον θεοῦ καὶ τρόπος χρήσεως τῆς φυσικῆς θελήσεως κατὰ γνώμην τῆς κεχρημένης ὑποστάσεως. Τὸ οὖν ἀποτετμημένον τῶν ὑποστάσεων διάφορον τὴν γνώμην ἐργάζεται.