De duabus in Christo voluntatibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
26.1.1
Ἀλλά φασιν, ὡς ὁ ἄνθρωπος οὐκ ἔχει φυσικὸν θέλημα. Λέγουσι δὲ δύο μόνα εἶναι θελήματα, τὸ ἓν τὸ θεῖον, τὸ ἀγαθόν, τὸ δὲ ἕτερον τὸ πονηρόν, τὸ διαβολικόν· καὶ πηνίκα μὲν τὸ ἀγαθὸν θελήσει ὁ ἄνθρωπος, τὸ τοῦ θεοῦ ἔσχε θέλημα, ἡνίκα δὲ τὸ πονηρόν, τὸ τοῦ διαβόλου. Ἀλλ' ἀγνοοῦσιν, ὡς ἀδύνατον οἱανοῦν φύσιν χρήσασθαι πράξει, ἧς τὴν δύναμιν οὐ κατὰ φύσιν ἔλαβεν. Οἷον οὐ δύναται τὸ πτηνὸν μὴ κατὰ φύσιν λαβὸν τὴν τοῦ πέτασθαι δύναμιν πτῆναι, ὁμοίως οὐδὲ τὸ χερσαῖον βαδίζειν, εἰ μὴ τὴν βαδιστικὴν κατὰ φύσιν ἔλαβε δύναμιν. Οὕτω δὴ καὶ ὁ ἄνθρωπος οὐ δύναται νοεῖν, εἰ μὴ τὴν νόησιν κατὰ φύσιν ἔλαβεν, οὐδὲ λαλεῖν, εἰ μὴ τὴν λαλητικὴν κατὰ φύσιν ἔλαβε δύναμιν, ὁμοίως οὐδὲ ὁρᾶν οὐδὲ θέλειν, εἰ μὴ φυσικῶς τὴν θελητικὴν ἔλαβε δύναμιν. Δεῖ οὖν πρῶτον φύσει ἔχειν τὴν δύναμιν τοῦ θέλειν, ὅπερ ἐστὶ θέλησις, καὶ οὕτω θέλειν. Διὸ ἐπὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐπειδὴ δύο φύσεις, δύο φυσικαὶ θελήσεις, ἵνα ᾖ θεὸς τέλειος καὶ ἄνθρωπος τέλειος μηδὲν λείπων τῶν τῆς θεότητος ἰδιωμάτων μήτε μὴν τῶν τῆς ἀνθρωπότητος, καὶ δύο θέλειν καὶ διαφόρως θέλειν κατὰ τὴν φυσικὴν διαφοράν, θείως καὶ παντοδυνάμως– παντοδύναμον γὰρ τὸ θεῖον θέλημα– καὶ οὐ παντοδυνά μως, ἀλλ' ἀσθενῶς καὶ παθητικῶς– παθητικὸν γὰρ καὶ ἀσθενὲς τὸ ἀνθρώπινον θέλημα– καὶ ἄλλο μὲν καὶ ἄλλο φυσικὸν θελητόν. Οὐ γὰρ τὰ τῆς ἀνθρωπότητος θελήματα καὶ τῆς θεότητός εἰσι θελητά· φύσει γὰρ θελητικὴ καὶ ὀρεκτικὴ ἡ ἀνθρωπίνη φύσις βρώσεως καὶ πόσεως καὶ ὕπνου καὶ τῶν τοιούτων, ἀλλ' οὐχ ἡ θεότης τούτων ὀρεκτική. Οὐκ αὐτὴ γὰρ τούτων ὀρέγεται, εἰ καὶ θέλει τὴν ἀνθρωπίνην φύσιν τούτων ὀρέγεσθαι φυσικῶς καὶ ὡς ὤφειλε καὶ ὅτε.