De duabus in Christo voluntatibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
27.1.1
Κατὰ μὲν οὖν τὴν φυσικὴν διαφορὰν δύο θελήματα ἐπὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οὐκ ἐναντία. Οὐδὲ γὰρ ἐναντίον τῷ θείῳ θελήματι τὸ φυσικὸν τοῦ ἀνθρώπου θέλημα οὔτε ἡ φυσικὴ θελητικὴ δύναμις οὔτε τὰ φυσικῶς αὐτῇ ὑποκείμενα οὔτε ἡ φυσικὴ χρῆσις τῆς θελήσεως· πάντων γὰρ τῶν φυσικῶν τὸ θεῖον θέλημα δημιουργόν. Τὰ δὲ παρὰ φύσιν μόνα ἐστὶν ἐναντία τῷ θείῳ θελήματι, ὅπερ ἐστὶν ἡ κατ' οἰκείαν γνώμην καὶ ἁμαρτητικῶν ἡδονῶν ὄρεξις, τουτέστιν ἡ ἁμαρτία. Ταύτην ὁ κύριος οὐκ ἀνέλαβεν· «Ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.» Ἐπειδὴ δὲ μία τοῦ Χριστοῦ ὑπόστασις καὶ εἷς ὁ Χριστός, εἷς ὁ θέλων κατ' ἄμφω τὰς φύσεις, ὡς θεὸς εὐδοκῶν καὶ ὡς ἄνθρωπος ὑπήκοος γενόμενος, εὐδοκῶν ὡς θεὸς σὺν πατρὶ καὶ τῷ πνεύματι τῷ πατρικῷ καὶ θείῳ θελήματι, ὡς ἄνθρωπος δὲ ὑπήκοος γενόμενος τοῦ θείου καὶ πατρικοῦ αὐτοῦ θελήματος τῷ ἡμετέρῳ θελήματι. Οὐ γὰρ κατὰ τὸ θεῖον αὐτοῦ θέλημα γέγονεν ὑπήκοος τῷ πατρί· τὸ γὰρ θεῖον θέλημα οὔτε ὑπήκοον οὔτε παρήκοον. «Ταῦτα γὰρ τῶν ὑπὸ χεῖρα», ὥς φησιν ὁ θεολόγος Γρηγόριος, καὶ τῆς τοῦ δούλου μορφῆς τοῦ ἐξ ἡμῶν προσλήμματος. Γέγονε δὲ ὑπήκοος φυσικῶς κατὰ τὸ ἀνθρώπινον αὐτοῦ θέλημα· ὑπακοὴ γὰρ αὐτεξούσιος καὶ ἀβίαστος ὑποταγὴ θελήματός ἐστιν ἑτέρῳ θελήματι. Ἤθελε τοίνυν καὶ θέλει ὡς θεὸς τὰ θεῖα καὶ ἤθελε καὶ θέλει ὡς ἄνθρωπος τὰ ἀνθρώπινα οὐκ ἐναντιότητι γνώμης, ἀλλ' ἰδιότητι τῶν φύσεων. Ἤθελε γὰρ καὶ θέλει τὰ ἀνθρώπινα, ὡς ηὐδόκει ἡ θεία αὐτοῦ θέλησις καὶ ὅτε καὶ ὅπερ, αὐτεξουσίως ὑποτασσομένης τῆς ἀνθρωπίνης αὐτοῦ θελήσεως τῇ θείᾳ αὐτοῦ θελήσει.