De duabus in Christo voluntatibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
28.1.1
«Θέλησις μὲν γὰρ καὶ ἐνέργεια θεοῦ ἐστι» κατὰ τὸν μακάριον Εἰρηναῖον «παντὸς χρόνου καὶ τόπου καὶ αἰῶνος καὶ πάσης φύσεως ποιητική τε καὶ προνοητικὴ αἰτία», «θέλησις δὲ ἀνθρωπίνη ἐστὶ φυσικὴ δύναμις τοῦ κατὰ φύσιν ὄντος ὀρεκτικὴ καὶ τῶν οὐσιωδῶς τῇ φύσει προσόντων συνεκτική· ἡ μὲν γὰρ οὐσία τοῦ τε εἶναι καὶ ζῆν καὶ κινεῖσθαι κατ' αἴσθησίν τε καὶ νοῦν ὀρέγεται τῆς οἰκείας ἐφιεμένη φυσικῆς καὶ πλήρους ὀντότητος. Θελητικὴ γὰρ ἑαυτῆς ἐστιν ἡ φύσις καὶ πάντων τῶν συστατικῶν αὐτῆς τῷ τοῦ εἶναι λόγῳ, καθ' ὃν ἔστι τε καὶ γέγονεν ὀρεκτικῶς ἐπηρτημένη. Διόπερ ἕτεροι τοῦτο τὸ φυσικὸν ὁριζόμενοι θέλημά φασι· Θέλημά ἐστι φυσικόν, ὄρεξις λογική τε καὶ ζωτική», μόνων ἠρτημένη τῶν φυσικῶν. «Θέλησις τοίνυν ἐστὶ» κατὰ τὸν μακάριον Κλήμεντα «δύναμις τοῦ κυρίως ὄντος ὀρεκτική», καὶ πάλιν «ὄρεξις τῇ τοῦ λογικοῦ φύσει κατάλληλος», καὶ πάλιν «αὐτοκράτορος νοῦ κίνησις αὐτεξούσιος.» Ἐν ἀρχῇ γὰρ πλάσας ὁ θεὸς τὸν ἄνθρωπον «ἐποίησεν αὐτὸν φύσιν ἀναμάρτητον, καὶ θέλησιν αὐτεξούσιον», καθώς φησιν ὁ ἱερὸς Ἀθανάσιος. Καὶ φύσις μὲν ἀναμάρτητος πᾶσα ἡ κτίσις λογική τε καὶ ἄλογος, αἰσθητὴ καὶ ἀναίσθητος καὶ ἄζωος, ἀλλ' οὐ πᾶσα ἡ κτίσις θέλησις αὐτεξούσιος. Καὶ ἡ θεία φύσις ἀναμάρτητος καὶ αὐτεξούσιος θέλησις, ἀλλ' οὐ τρεπτή, ἀλλ' ἄτρεπτος. Ἡ μὲν οὖν θεία φύσις θελητικὴ καὶ αὐτεξούσιος καὶ ἀναμάρτητος καὶ ἄτρεπτος. Πᾶσα δὲ ἡ κτίσις ἀναμάρτητος παρὰ θεοῦ ἐγένετο– «πάντα γάρ, ὅσα ἐποίησεν ὁ θεός, καλὰ λίαν»–, ἀλλὰ τρεπτή. Ὧν γὰρ ἡ γένεσις ἀπὸ τροπῆς ἤρξατο, τρεπτὰ κατὰ φύσιν ἐστί· τροπὴ δέ ἐστιν ἡ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγή. Εἰ οὖν τὸ τοῦ ἀνθρώπου οὐκ ἀνέλαβε θέλημα, ποίῳ θελήματι γέγονεν τῷ πατρὶ ὑπήκοος; Εἰ τὸ ἀνθρώπινον οὐκ ἀνέλαβε θέλημα, ποίῳ θελήματι ὑπὸ νόμον γέγονεν; Εἰ τὸ ἀνθρώπινον οὐκ ἀνέλαβε θέλημα, ποίῳ θελήματι ἐπλήρωσε πᾶσαν δικαιοσύνην; Ὅτι μὲν γὰρ πᾶσαν ἀρετὴν μετῆλθε καὶ πᾶσαν δικαιοσύνην, ἄκουε αὐτοῦ πρὸς Ἰωάννην τὸν βαπτιστὴν λέγοντος· «Ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἡμῖν ἐστι πληρῶσαι πᾶσαν δικαιοσύνην.» Ἀρετὴν μὲν γὰρ πᾶσαν καὶ δικαιοσύνην ἐπλήρωσεν, ἀλλ' οὐκ ἐξ ἔργων οὐδὲ ἐξ ἀρετῆς προέκοπτεν, ἀλλ' ἐξ ἄκρας ἑνώσεως τέλειος ἦν· οὐ γὰρ ὢν ἄνθρωπος γέγονε θεός, ἀλλὰ θεὸς ὢν τέλειος γέγονεν ἄνθρωπος τέλειος. Εἰ ἀνθρώπινον οὐκ ἀνέλαβε θέλημα, οὐ γέγονεν τέλειος ἄνθρωπος. Εἰ ἀνθρώπινον οὐκ ἀνέλαβε θέλημα, τὸ πρωτοπαθῆσαν ἐν ἡμῖν οὐκ ἰάσατο. «Τὸ γὰρ ἀπρόσληπτον ἀθεράπευτον», ὡς ὁ θεολόγος ἔφη Γρηγόριος. Τί γὰρ τὸ πταῖσαν εἰ μὴ τὸ θέλημα; Τί τὸ ἁμαρτῆσαν εἰ μὴ τὸ θέλημα; Ὅπερ οὖν ἔπταισεν, ὅπερ ἥμαρτεν, αὐτὸ μᾶλλον ἐδεῖτο τῆς θεραπείας. Εἰ δὲ λέγεις, ὅτι τὸ ἁμαρτῆσαν οὐκ ἀνέλαβεν, οὐδὲ τὴν ἁμαρτήσασαν καὶ νοσήσασαν φύσιν ἀνέλαβεν. Εἰ δὲ τοῦτο οὐκ ἀνέλαβεν, οὐδὲ τὴν φύσιν τῆς ἀνθρωπότητος· αὕτη γὰρ ἥμαρτεν. Εἰ τὸ ἀνθρώπινον οὐκ ἀνέλαβε θέλημα, πῶς «πρὶν ἢ γνῶναι καλὸν καὶ πονηρόν, ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν»; Οὐ γὰρ τὸ θεῖον θέλημα ἀπειθεῖ ἢ πείθεται ἢ ἐκλέγεται. Ἀπειθεῖ τοίνυν πονηρίᾳ καὶ ἐκλέγεται τὸ ἀγαθὸν ὑπακούων αὐτεξουσίως ὡς ἄνθρωπος τῷ πατρικῷ θελήματι· ἡ γὰρ ἐκλογὴ αὐτεξουσίου θελήματος, ἀλλ' οὐ καθ' ἡμᾶς βουλευόμενος καὶ κρίνων καὶ ἀμφότερα τὰ ἐναντία, ἀρετήν φημι καὶ κακίαν, λογιζόμενος καὶ ἐν γνώσει τούτων γινόμενος, ἀλλὰ μόνου τοῦ ἀγαθοῦ, ὅπερ ἐστὶν ἡ τοῦ θείου θελήματος εὐδοκία, καὶ οὕτω τὸ τοῦ Ἀδὰμ ἀπέτισεν ὄφλημα. Διὰ τοῦτο εἶπε· «Πρὶν ἢ γνῶναι καλὸν καὶ πονηρόν·» οὐ γὰρ ἔγνω ἢ ἐλογίσατο πονηρὸν ὁ ἐνανθρωπήσας θεὸς λόγος διὰ τὴν καθ' ὑπόστασιν ἕνωσιν· οὐκ ἐπαμφοτερίζοντα ἢ διστάζοντα εἶχε τὸν λογισμόν, ἀλλ' αὐτὸς ὢν ὁ εἷς Χριστὸς τοῦτο κἀκεῖνο, τουτέστι θεὸς καὶ ἄνθρωπος, ἐκέχρητο τοῖς ἀνθρωπίνοις αὐτοῦ, τουτέστι πᾶσι τοῖς φυσικοῖς τῆς ἀνθρωπότητος, πρὸς ὑπακοὴν τοῦ πατρικοῦ καὶ θείου αὐτοῦ θελήματος. Εἰ τὴν δι' ἀγγέλων βοήθειαν κατεδέξατο– φησὶ γάρ· «Καὶ ἰδοὺ ἄγγελος ἐνίσχυσεν αὐτόν», ὅς ἐστι νόμος τῆς ἀνθρωπίνης φύσεως–, τὸ θέλημα οὐκ ἀνέλαβε; Φησὶ γάρ, ὅτι «τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, καὶ ἐπὶ χειρῶν ἀροῦσί σε.» Εἰ τὴν ἐγκατάλειψιν κατεδέξατο, τὸ θέλημα οὐκ ἀνέλαβε; Φησὶ γάρ· «Ἐλωΐ, ἐλωΐ, λιμᾶς ἀβαχθανή; τουτέστι· Θέε μου, θέε μου, ἱνατί με ἐγκατέλιπες;» Παρέδωκε γὰρ ὁ θεὸς καὶ πατὴρ τὸν μονογενῆ αὐτοῦ υἱὸν ὑπὲρ ἡμῶν εἰς θάνατον γενόμενον ἄνθρωπον· οὐκ ἐγκατελείφθη μὲν γὰρ ἡ σὰρξ αὐτοῦ οὐδὲ ἐχωρίσθη τῆς θεότητος αὐτοῦ οὐδὲ εἶδε διαφθορὰν οὐδὲ ἡ ψυχὴ αὐτοῦ ἐγκατελείφθη εἰς ᾅδου, ἀλλ' οὐκ ἐφείσατο ὁ θεὸς καὶ πατὴρ τοῦ ἰδίου υἱοῦ, ἀλλ' ὑπὲρ ἡμῶν παρέδωκεν αὐτὸν εἰς ὕβρεις καὶ ἀτιμίας καὶ πάθη ἀδιάβλητα καὶ ἀναμάρτητα καὶ εἰς θάνατον. Διὸ τῇ πατρικῇ εὐδοκίᾳ ὑπήκοος μέχρι θανάτου γενόμενος καὶ αἰσχύνης καταφρονήσας δόξῃ καὶ ἀφθαρσίας τιμῇ τὴν φύσιν ἡμῶν ἐστεφάνωσεν. Εἰ οἱ μίαν φύσιν ἐπὶ Χριστοῦ ὁμολογοῦντες σύνθετον καὶ τὰς δύο ἀπαρνούμενοι τὴν τῶν φύσεων διαφορὰν καταδέχονται, πῶς οἱ δύο φύσεις ἐπὶ Χριστοῦ καταγγέλλοντες μίαν ἐπ' αὐτοῦ θέλησιν τερατεύεσθε; Ἀλλά φασιν· Οὐ φυσικόν ἐστι τὸ θέλημα, ἀλλ' ὑποστατικόν. Ποῖον οὖν θέλημα λέγετε; Τὴν θελητικὴν δύναμιν καὶ τὸ ἁπλῶς θέλειν καὶ τὸ φυσικὸν θελητὸν ἢ τὸν τρόπον τῆς τοῦ θέλειν χρήσεως, τουτέστι καὶ τὸ πῶς θέλειν καὶ τὸ κατ' οἰκείαν γνώμην καὶ ἡδονὴν θελητόν; Ἀλλ' εἰ μὲν τὴν θελητικὴν δύναμιν ὑποστατικήν φατε καὶ τὸ ἁπλῶς θέλειν, οὐκ ἀληθῶς ἀποφαίνεσθε. Πᾶς γὰρ ἄνθρωπος ἔχει τὴν θελητικὴν δύναμιν καὶ τὸ ἁπλῶς θέλειν· τὰ δὲ ἐν πάσαις ταῖς ὑπὸ τὸ αὐτὸ εἶδος θεωρούμενα ὑποστάσεσι φυσικὰ καὶ οὐχ ὑποστατικά. Οὐ πᾶς δὲ ἄνθρωπος τὸ αὐτὸ θέλει οὐδὲ ὡσαύτως. Ὥστε ἡ μὲν θελητικὴ δύναμις καὶ τὸ ἁπλῶς θέλειν φυσικόν, τὸ δὲ τὶ θέλειν καὶ τὸ πῶς θέλειν διάφορον καθ' ἑκάστην ὑπόστασιν καὶ ὡς συμβεβηκὸς ὑποστατικόν. Καὶ μάρτυς Ἰωάννης ὁ ἅγιος καὶ ὄντως Χρυσόστομος οὕτωσι λέγων ἐν βιβλίῳ πρώτῳ, λόγῳ τεσσαρεσκαιδεκάτῳ τῆς ἑρμηνείας τῆς πρὸς Ἑβραίους ἐπιστολῆς· «Ἡ μὲν γὰρ βούλησις ἔμφυτον καὶ παρὰ θεοῦ, ἡ δὲ τοιάδε βούλησις ἡμέτερον καὶ τῆς γνώμης ἡμῶν.» Ἔτι, εἰ ὑποστατικὴ ἡ θελητικὴ δύναμις, καθὰ ἑτεροϋπόστατός ἐστιν ὁ υἱὸς τοῦ πατρός, ἔσται καὶ ἑτερόβουλος. Τὰ φυσικὰ ἀδίδακτα· οὐδεὶς γὰρ διδάσκεται πεινῆν ἢ διψῆν, κοιμᾶσθαι ἢ ἀναπνεῖν, οὕτως οὐδὲ θέλειν διδάσκεταί τις. Πῶς δὲ θέλειν ἤτοι καλῶς ἢ κακῶς καὶ τὶ θέλειν διδάσκεται· οὐ γὰρ τὸ θέλειν διδάσκει ὁ τοῦ θεοῦ νόμος– τοῦτο γὰρ φυσικῶς ἡμῖν παρ' αὐτοῦ δέδοται–, ἀλλὰ τὸ καλῶς θέλειν καὶ τὶ θέλειν. Ὥστε τὸ μὲν θέλειν φυσικόν, τὸ δὲ τὶ καὶ πῶς θέλειν ὑποστατικὸν καὶ διάφορον, πλὴν τῆς ἁγίας τριάδος· ἐκεῖ γὰρ ὡσαύτως καὶ τὰ αὐτὰ θέλουσιν αἱ ἅγιαι τῆς θεότητος τρεῖς ὑποστάσεις κατὰ τὴν τῆς θεότητος οὐσίαν. Ὁ γὰρ εἷς τῆς ἁγίας τριάδος, ὁ σεσαρκωμένος υἱὸς καὶ λόγος τοῦ θεοῦ καὶ θεός, ὥσπερ φύσιν ἀνθρώπου ἔσχε παρὰ τὸν πατέρα καὶ τὸ πνεῦμα τὸ ἅγιον καὶ κατὰ τὸ γενέσθαι ἄνθρωπος διακέκριται πατρὸς καὶ πνεύματος, οὕτω καὶ ἐν τοῖς τῆς ἀνθρωπότητος φυσικοῖς ἰδιώμασι διακέκριται τοῦ πατρὸς καὶ τοῦ πνεύματος δύο φύσεις ἔχων καὶ δύο φυσικὰς ἰδιότητας. Ἔτι οὐσιῶδές ἐστι καὶ φυσικόν, ὃ παρὸν σῴζει καὶ ἀπὸν φθείρει τὸν ὅρον τῆς φύσεως. Ἆρα οὖν ζῷον ἀθέλητον ὁ ἄνθρωπος ἔσται; Οὐδαμῶς. Οὐ γὰρ γέγονέ ποτε ἄνθρωπος ἀνεθέλητος. Ἄρα φυσικὴ ἡ θέλησις. Εἰ ἡ πεῖνα καὶ ἡ δίψα καὶ ἡ τοῦ ὕπνου ἔφεσις ὀρέξεις οὖσαι ἄλογοι φυσικαί εἰσιν, ἡ τοῦ νοῦ λογικὴ ὄρεξις ἡ αὐτεξούσιος οὐκ ἔσται φυσική; Κατ' εἰκόνα θεοῦ γεγόναμεν κατὰ τὸ νοερὸν καὶ αὐτεξούσιον. Εἰ οὖν νοῦν καὶ θέλησιν αὐτεξούσιον οὐκ ἀνέλαβεν, οὐκ ἀνέλαβε τὸ κατ' εἰκόνα· μετ' ὀλίγα δὲ μικρὰ καὶ περὶ τοῦ κατ' εἰκόνα διαληψόμεθα. Εἰ ἀνθρωπίνην οὐκ ἀνέλαβε θέλησιν, πάντα, ὅσα ἠθέλησεν ὁ Χριστός, θείῳ ἠθέλησε θελήματι. Καὶ πῶς εἰσελθὼν εἰς οἰκίαν καὶ θελήσας λαθεῖν οὐκ ἠδυνήθη; Οὐκοῦν οὐ παντοδύναμον τὸ θεῖον θέλημα, ἀλλὰ ἀδύνατον. Παῦσαι, ὦ ἄνθρωπε, ταῦτα ληρῶν. Οὐκ ἔστι θείας θελήσεως τὸ ἐφίεσθαι βρώσεως, πόσεως καὶ τόπους ἐκ τόπων ἀμείβειν καὶ τὰ τοιαῦτα, ἀλλ' ἀνθρωπίνης, εἰ καὶ ἀνθρωπίνῃ θελήσει κατ' εὐδοκίαν πατρικὴν ταῦτα ὁ Χριστὸς ἠθέλησεν. 29 Ἀλλά φασιν· Οὐ κατὰ φύσιν ἐδόθη τῷ ἀνθρώπῳ τὸ αὐτεξούσιον, ἀλλὰ κατὰ τιμὴν ἐν τῷ φάναι τὸν θεολόγον Γρηγόριον· «Τῷ αὐτεξουσίῳ τιμήσας αὐτόν. «Ἀλλ' ἄκουε πάλιν τοῦ πατρός· «Τοῦτον λόγῳ καὶ εἰκόνι θεοῦ τετιμημένον». Οὐκοῦν οὐδὲ τὸ λογικὸν ἕξει κατὰ φύσιν, ἀλλὰ κατὰ τιμήν, καὶ ὥρα σοι λέγειν, ὡς οὐ λογικὴν ψυχήν, ἀλλ' ἄλογον ὁ κύριος προσήκατο.