De duabus in Christo voluntatibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
2.1.1
Φύσις μὲν γὰρ φύσει συγκρίνεται καὶ φύσεως διαφέρειν λέγεται ἤτοι εἶδος εἴδους ταῖς οὐσιώδεσι καὶ φυσικαῖς διαφοραῖς. Ὡσαύτως καὶ ὑπόστασις ὑποστάσει συγκρίνεται ὁμοειδεῖ καὶ διαφέρειν τῶν ὁμοειδῶν ὑποστάσεων λέγεται τοῖς τῶν ὑποστάσεων χαρακτηριστικοῖς ἰδιώμασιν· οὐ μὴν ὑπόστασις ἑτεροειδεῖ ὑποστάσει συγκρίνεται ὡς ὑπόστασις. Τὰ γὰρ ὑποστατικὰ τοῦ Πέτρου τυχὸν ἰδιώματα πρὸς τόνδε τὸν βοῦν συγκρινόμενα φύσιν μᾶλλον ἀφορίζει καὶ οὐχ ὑπόστασιν· οὐ γὰρ λέγομεν διαφέρειν τόνδε τὸν ἄνθρωπον τοῦδε τοῦ ἵππου, ὅτι ὁ μὲν φαλακρός, ὁ δὲ εὐχαίτης, οὐδ' ὅτι ὁ μὲν μακρός, ὁ δὲ κολοβός, ἀλλ' ὅτι ὁ μὲν λογικός, ὁ δὲ ἄλογος, οὐδ' ὅτι ὁ μὲν υἱὸς τοῦδε, ὁ δὲ υἱὸς τοῦδε. Εἰ δὲ καὶ εἴπωμεν, ὅτι ὁ μὲν υἱὸς Νέστορός ἐστιν, ὁ δὲ υἱὸς τοῦδε τοῦ ἵππου, καὶ ὁ μὲν σοφός, ὁ δὲ ἄσοφος, φυσικαὶ διαφοραὶ τάττονται· αἱ γὰρ ὑποστατικαὶ διαφοραὶ τῶν ἀνθρώπων πρὸς ὑποστατικὰς διαφορὰς ἵππων φυσικαὶ λογίζονται. Διὸ καὶ ἐπὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τὸ τοῦ σώματος σχῆμα καὶ ὁ τῆς ὄψεως χαρακτὴρ καὶ τὸ εἶναι αὐτὸν υἱὸν τῆς παρθένου πρὸς τὸ εἶναι αὐτὸν υἱὸν θεοῦ ἀσχημάτιστον οὐχ ὑποστάσεών εἰσιν διαφόρων ἀφοριστικά, ἀλλὰ διαφόρων φύσεων, μιᾶς δὲ ὑποστάσεως ἀφορίζοντα αὐτὴν ἐκ τῶν ὁμοουσίων αὐτῇ κατὰ τὴν αὐτῆς θεότητα, ὑποστάσεων τοῦ πατρός φημι καὶ τοῦ ἁγίου πνεύματος, καὶ τῶν ὁμοουσίων αὐτῇ κατὰ τὴν αὐτῆς ἀνθρωπότητα ὑποστάσεων, τῆς μητρός φημι καὶ τῶν λοιπῶν κατὰ μέρος ἀνθρώπων· ὅτε γὰρ ἐκ δύο φύσεων μία ὑπόστασις σύνθετος γένηται, ταῦτά τε κἀκεῖνα, τά τε τῆς θείας τυχὸν φύσεως φυσικά τε καὶ ὑποστατικὰ ἰδιώματα καὶ τῆς ἀνθρωπίνης τῆς αὐτῆς ὑποστάσεως συστατικὰ γίνεται. Ὅθεν ὁ Χριστὸς θεός τε καὶ ἄνθρωπος, ἄναρχος καὶ ἠργμένος ἡ αὐτὴ μία ὑπόστασις, ὁρατὴ καὶ ἀόρατος, κτιστὴ καὶ ἄκτιστος, περιγραπτὴ καὶ ἀπερίγραπτος, παθητὴ καὶ ἀπαθής, υἱὸς θεοῦ καὶ υἱὸς παρθένου εἴτουν ἀνθρώπου, ἀμήτωρ ἐκ πατρός, ἀπάτωρ ἐκ μητρός, προαιώνιος καὶ πρόσφατος, ἀσχημάτιστος καὶ ἐν μορφῇ δούλου καὶ ἐν σχήματι ἀνθρώπου, «ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων». Ταῦτα πάντα συστατικὰ καὶ χαρακτηριστικὰ τῆς Χριστοῦ τοῦ θεοῦ ὑποστάσεως καὶ ἐκ πάντων ὁμοῦ καὶ ἐξ ἑνὸς ἑκάστου κατονομάζεται. 3 Σοφῶς οὖν ὁ δημιουργὸς φύσεών τε, τουτέστιν εἰδῶν, πλείστην διαφορὰν ἐποιήσατο πρὸς ἔνδειξιν τοῦ πλούτου τῆς αὐτοῦ σοφίας τε καὶ δυνάμεως, ὡς ἂν θαυμαζόμενος ποθοῖτο πλέον, ποθούμενος δὲ νοοῖτο, νοούμενος δὲ θεοειδὲς ἀπεργάζοιτο τὸ νοερὸν ζῷον καὶ λογικόν, δι' ὃ καὶ τὰ πλήθη τῶν εἰδῶν ἐτεκτήνατο. «Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται», καὶ «ἐκ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς καταλαμβάνεται.» Ὑποστάσεων δὲ πάλιν καθ' ἕκαστον εἶδος διαφοράν τε πρὸς ἀλλήλας καὶ συνάφειαν ἐποιήσατο, συνάφειαν μὲν φυσικήν– πᾶσαι γὰρ αἱ ὑπὸ τὸ αὐτὸ εἶδος ὑποστάσεις τῷ λόγῳ τῆς φύσεως ἥνωνται–, διαφορὰν δὲ ὑποστατικήν· διακέκρινται γὰρ ἀλλήλων χαρακτηριστικοῖς τισιν ἰδιώμασιν, τουτέστι συμβεβηκόσι. Ἐπειδὴ γὰρ τὸ μοναδικὸν ἀκοινώνητον καὶ ἀμείλικτον, ἡ δὲ πρὸς τὰ ὁμοειδῆ κοινωνία ἡδὺ καὶ μειλίχιον– πᾶν γὰρ ζῷον τὸ ὅμοιον ἀγαπᾷ καὶ τῷ ὁμοίῳ τέρπεται–, καὶ αὐτὴ πρώτη ἡ μόνη μακαρία καὶ ἄναρχος καὶ ἀνώλεθρος φύσις τρισὶν ἐνθεωρεῖται ὑποστάσεσιν, πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι. Φησὶ γοῦν ἡ ἐνυπόστατος σοφία· «Ἐγώ εἰμι, ᾗ προσέχαιρεν», ὁ θεὸς καὶ πατὴρ δηλαδή. Διὰ τοῦτο καθ' ἕκαστον τάγμα τῶν ἀγγελικῶν δυνάμεων διαφόρους ὑποστάσεις ἐδημιούργησεν, ὁμοίως καὶ τῆς ἀνθρωπίνης φύσεως, οὐ μὴν ἀλλὰ καὶ καθ' ἕκαστον εἶδος, ὡς ἂν κοινωνοῦντες ἀλλήλοις τῆς φύσεως χαίροιεν ἐν ἀλλήλοις καὶ φυσικῇ σχέσει συναπτόμενοι φιλικῶς πρὸς ἀλλήλους διάκοιντο. Ἡ δὲ τῶν ὑποστάσεων διαφορὰ τὸ οἰκεῖον διακρίνει τοῦ ἀλλοτρίου ὡς ἂν κατὰ γένος καὶ κτῆμα ἕκαστος τὸ οἰκεῖον ἐπιγινώσκων φροντίζοι καὶ μὴ ἐπιβαίνοι ὡς οἰκείῳ τῷ ἀλλοτρίῳ καὶ ὡς ἂν ἡ ἑκάστου ὕπαρξις γνωρίζοιτο. Χρὴ τοιγαροῦν τὸν περί τινος ποιούμενον ζήτησιν εἰδέναι πρότερον, τί ἐστιν, εἶθ' οὕτως, εἰ ἓν ἢ δύο εἰσὶν ἀποφαίνεσθαι. Τοῦτο δέ φημι περὶ τῶν ἐπὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ζητουμένων, φύσεων λέγω καὶ ὑποστάσεως, θελημάτων καὶ ἐνεργειῶν καὶ λοιπῶν ἰδιωμάτων. Ἀλλ' ἵνα τοῦτο σαφέστερον γένηται, εἴπωμεν πρότερον, τί διαφέρει φύσις ὑποστάσεως, καὶ τότε ἀριδήλως γνωσόμεθα τά τε συστατικὰ τῆς φύσεως καὶ τὰ τῆς ὑποστάσεως ἰδιώματα. Καὶ οὕτω σκεψώμεθα περὶ τῶν ἐν τῷ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, εἴτε διπλᾶ εἴη εἴτε ἁπλᾶ.