De duabus in Christo voluntatibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
30.1.1
Κατὰ πόσους τρόπους λέγεται τὸ «κατ' εἰκόνα»; Κατὰ τὸ λογικὸν καὶ νοερὸν καὶ αὐτεξούσιον, κατὰ τὸ γεννᾶν τὸν νοῦν λόγον καὶ προβάλλειν πνεῦμα, κατὰ τὸ ἀρχικόν. Κατὰ ταῦτα καὶ οἱ ἄγγελοι καὶ οἱ ἄνθρωποι κατ' εἰκόνα. Ἔτι δὲ καὶ ἐκ περιουσίας οἱ ἄνθρωποι κατὰ τὸ ἀγέννητον τὴν ὑπὸ τοῦ Ἀδάμ, καὶ γεννητὸν τὴν ὑπὸ τοῦ Ἄβελ, καὶ ἐκπορευτὸν τὴν ὑπὸ τῆς Εὔας, κατὰ τὸ φύσει ἀρχικόν– φύσει γὰρ ἔχει δοῦλον ἡ ψυχὴ τὸ σῶμα καὶ ἐξουσιάζει αὐτοῦ– καὶ κατὰ τὸ συνάγειν πᾶσαν τὴν κτίσιν– ἔν τε γὰρ τῷ θεῷ ἑνοῦται πᾶσα ἡ κτίσις καὶ ἐν τῷ ἀνθρώπῳ· σύνδεσμος γάρ ἐστι νοητῆς καὶ αἰσθητῆς κτίσεως– καὶ ὅτι κατ' εἰκόνα, οὗ ἔμελλε γίνεσθαι ὁ υἱὸς τοῦ θεοῦ· οὐ γὰρ ἄγγελος γέγονεν, ἀλλ' ἄνθρωπος.