De duabus in Christo voluntatibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
32.1.1
Ἀλλά φασιν, ὡς ὁ ἄνθρωπος οὐκ ἔχει φυσικὸν θέλημα· λέγουσι δὲ Μανιχαϊκῶς δύο μόνα εἶναι θελήματα, τὸ ἓν τὸ θεῖον, τὸ ἀγαθόν, τὸ ἕτερον τὸ διαβολικόν, τὸ πονηρόν. Καὶ πηνίκα μὲν τὸ ἀγαθὸν θελήσει ὁ ἄνθρωπος, τὸ τοῦ θεοῦ ἔσχε θέλημα· ἡνίκα δὲ τὸ πονηρόν, τὸ τοῦ διαβόλου. Ὢ μανίας ὑπερβολή. Ὢ σκότος ἀγνοίας. Τὸ θεῖον θέλημα παντουργὸν ἢ οὔ; Ναί, φασίν. Εἰ οὖν τὸ θεῖον θέλημα ἔχει ὁ ἄνθρωπος ἀγαθὸν θέλων, ἔσται κατ' αὐτοὺς παντουργός. Ἀλλ' ἀγνοοῦσιν, ὡς ἀδύνατον οἱανοῦν φύσιν χρήσασθαι πράξει ἢ ἐνεργῆσαι ἐνέργειαν, ἧς τὴν δύναμιν οὐ κατὰ φύσιν ἔλαβεν· οἷον οὐ δύναται τὸ πτηνὸν μὴ κατὰ φύσιν λαβὸν τὴν τοῦ πέτασθαι δύναμιν πτῆναι οὐδὲ τὸ χερσαῖον βαδίζειν, εἰ μὴ τὴν βαδιστικὴν κατὰ φύσιν ἔλαβε δύναμιν. Οὕτω δὴ καὶ ὁ ἄνθρωπος οὐ δύναται ἐνεργεῖν καὶ θέλειν, εἰ μὴ κατὰ φύσιν τὴν θελητικὴν δύναμιν καὶ ἐνεργητικὴν ἔλαβεν· οὐδὲ γὰρ νοεῖν δύναται, εἰ μὴ φύσει τὴν νοητικὴν ἔλαβεν δύναμιν, οὐδὲ ὁρᾶν οὐδέ τι ἕτερον ἐνεργεῖν· ὥστε ἡ θελητικὴ καὶ ἐνεργητικὴ δύναμις φυσικῶς ἔνεστι τῷ ἀνθρώπῳ καὶ τὸ θέλειν καὶ ἐνεργεῖν. Διὸ καὶ πάσῃ φύσει αἱ φυσικαὶ ἐνέργειαι ἀεὶ ἐνυπάρχουσι καὶ συνυπάρχουσι, τὰ δὲ θελητὰ καὶ ἐνεργητὰ οὐ συνυπάρχουσι. Καὶ ἡ μὲν φυσικὴ θέλησις, τουτέστιν ἡ θελητικὴ δύναμις, μία, τὰ δὲ θελητὰ πολλὰ καὶ διάφορα· φησὶ γὰρ ἡ γραφή· «Πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς». Οὐκ εἶπεν· Ἡ θεία θέλησις ἐν αὐτοῖς, ἀλλὰ «πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς», τουτέστι τὰ θελητά.