Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De duabus in Christo voluntatibus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
33.1.1
Ἰστέον δέ, ὅτι τὰ θελητὰ τῆς θεότητος φυσικά εἰσιν· ἄτρεπτος γὰρ οὖσα οὐ πέφυκεν ἄλλως καὶ ἄλλως θέλειν, ἀλλ' ἀεὶ ὡσαύτως θέλει. Διὸ καὶ τὰ αὐτά εἰσι θελητὰ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος· πάντα γὰρ τὰ φυσικὰ τὰ αὐτά εἰσι πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, ὡς ἡ αὐτὴ αὐτῶν φύσις. Οὐδὲν δὲ ὑποστατικὸν ἐν τῇ ὑπερουσίῳ θεότητι, εἰ μὴ τὸ ἀγέννητον καὶ τὸ γεννητικὸν τοῦ πατρὸς καὶ τὸ γεννητὸν τοῦ υἱοῦ καὶ τὸ ἐκπορευτὸν τοῦ ἁγίου πνεύματος. 34 Ὡς εἴπομεν περὶ θελήματος, οὕτω καὶ περὶ ἐνεργείας φαμέν, ὅτι τὸ τῆς ἐνεργείας ὄνομα διάφορα σημαίνει. Ἐνεργείας μὲν θεοῦ ἴδιόν ἐστι τὸ μὴ μόνον ἐπ' ἄπειρον αἰσθήσεως ἐπέκεινα πάσης εἶναι νοῦ τε καὶ παν τὸς αἰῶνος, ἀλλὰ καὶ πάσης οὐσίας τε καὶ κλήσεως. Ἐνέργεια γάρ ἐστιν ἡ φυσικὴ ἑκάστης οὐσίας δύναμίς τε καὶ κίνησις. Καὶ πάλιν· Ἐνέργειά ἐστι φυσικὴ ἡ πάσης οὐσίας ἔμφυτος κίνησις. Καὶ πάλιν· Ἐνέργειά ἐστιν φυσικὴ ἡ δηλωτικὴ ἑκάστης οὐσίας δύναμις. Καὶ πάλιν· Ἐνέργειά ἐστι φυσικὴ καὶ πρώτη ἡ ἀεικίνητος δύναμις τῆς νοερᾶς ψυχῆς, τουτέστιν ὁ ἀεικίνητος αὐτῆς λόγος φυσικῶς ἐξ αὐτῆς ἀεὶ πηγαζόμενος. Λέγονται δὲ ἐνέργειαι αἱ πράξεις, ὡς τὸ ὁρᾶν, τὸ λαλεῖν, τὸ ἀναπνεῖν, τὸ περιπατεῖν, τὸ ἐσθίειν, τὸ πίνειν, τουτέστιν ἡ χρῆσις πάσης φυσικῆς δυνάμεως. Καὶ τὰ πάθη δὲ τὰ φυσικὰ πολλάκις ἐνέργειαι λέγονται, οἷον πεῖνα, δίψα καὶ τὰ τοιαῦτα. Καὶ ἁπλῶς εἰπεῖν· Ἐνέργειά ἐστι φυσικὴ ἡ ἑκάστης οὐσίας δύναμίς τε καὶ κίνησις, ἧς χωρὶς μόνον τὸ μὴ ὄν. Πῶς οὖν οὐχ ἕξει τὴν φυσικὴν ἐνέργειαν τῆς ἀνθρωπίνης φύσεως ὁ κύριος; Ἡ γὰρ ἀνυπαρξία τῆς φυσικῆς ἑκάστου ἐνεργείας ἀνυπαρξία ὑπάρχει τῆς φύσεως. Εἰ οὖν οὐκ ἔσχεν ἀνθρωπίνην φυσικὴν ἐνέργειαν, οὐδὲ φύσιν ἔσχεν ἀνθρωπίνην· ὧν γὰρ ἡ φύσις διάφορος, τούτων καὶ ἡ θέλησις καὶ ἡ ἐνέργεια διάφορος. 35 Ἕτερον οὖν ἐστιν ἐνέργεια καὶ ἕτερον ἐνεργεῖν καὶ ἕτερον τὸ τὶ καὶ πῶς ἐνεργεῖν καὶ ἕτερον τὸ ἐνεργητόν, τουτέστι τὸ ἐνέργημα, καὶ ἕτερον τὸ ἐνεργητικὸν καὶ ἕτερον ὁ ἐνεργῶν. Ἐνέργεια μὲν οὖν ἐστιν αὐτὴ ἡ ἐνεργητικὴ δύναμις, τουτέστι τὸ δύνασθαι ἐνεργεῖν, ἐνεργεῖν δὲ τὸ κεχρῆσθαι τῇ ἐνεργητικῇ δυνάμει. Τὶ δὲ ἐνεργεῖν ἐστιν ὁρᾶν, νοεῖν, ἀκούειν, περιπατεῖν, ἐσθίειν, πίνειν. Πῶς δὲ ἐνεργεῖν ἐστι καλῶς ἢ κακῶς. Ἐνεργητικὸν δέ ἐστι τὸ ἔχον δύναμιν τοῦ ἐνεργεῖν, οἷον ὁ ἄνθρωπος, ὁ ἄγγελος. Ἐνεργῶν δὲ ὁ κεχρημένος τῇ ἐνεργείᾳ ἤγουν ἡ ὑπόστασις. Ἡ οὖν ἐνέργεια ποτὲ μὲν σημαίνει τὴν ἐνεργητικὴν δύναμιν, ποτὲ δὲ τὸ ἐνεργεῖν, ποτὲ δὲ τὸ ἐνέργημα· ἡ μὲν οὖν ἐνέργεια, τουτέστιν ἡ δύναμις ἡ ἐνεργητική, καὶ τὸ ἐνεργεῖν φυσικόν. Πᾶς γὰρ ἄνθρωπος ἔχει τὴν δύναμιν τοῦ ἐνεργεῖν καὶ πᾶς ἄνθρωπος ἔχει τὸ ἐνεργεῖν· ἐνεργητικὸν γὰρ ζῷον ὁ ἄνθρωπος. Τὸ δὲ ἐνέργημα οὐ μόνον φυσικόν, ἀλλὰ καὶ ὑποστατικὸν ἐπί τε ἀγγέλων καὶ ἀνθρώπων. Ἐπὶ γὰρ τῆς ἁγίας τριάδος φυσικὰ πάντα τὰ θελητὰ καὶ ἐνεργητά, διὸ καὶ τὰ αὐτὰ τῶν τριῶν ὑποστάσεων. Ἐπὶ δὲ ἀγγέλων καὶ ἀνθρώπων οὐ τὸ αὐτὸ θελητὸν οὐδὲ τὸ αὐτὸ ἐνεργητὸν οὐδὲ ὁ αὐτὸς τρόπος τῆς χρήσεως· ἑκάστη γὰρ ἀγγέλων καὶ ἀνθρώπων ὑπόστασις ἰδίαν ἔχει κίνησιν καὶ ἰδιαιρέτως θέλει καὶ ἐνεργεῖ. Διὸ ἐπὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐπειδὴ δύο φύσεις, δύο φυσικαὶ ἐνέργειαι, ἵνα ᾖ θεὸς τέλειος καὶ ἄνθρωπος τέλειος, καὶ δύο θέλειν καὶ διαφόρως θέλειν κατὰ τὴν φυσικὴν τῶν δύο φύσεων διαφοράν, θείως καὶ ἀνθρωπίνως, παντοδυνάμως καὶ ἀπαθῶς κατὰ τὴν θείαν φύσιν καὶ ἀσθενῶς καὶ παθητικῶς κατὰ τὴν ἀνθρωπίνην φύσιν. Καὶ ἄλλο μὲν καὶ ἄλλο τὸ φυσικὸν ἐνέργημα· ἄλλο γὰρ ἐνέργημα τῆς θείας φύσεως καὶ ἄλλο τῆς ἀνθρωπίνης. Οὐ γὰρ τὰ τῆς ἀνθρωπίνης φύσεως ἐνεργητὰ καὶ τῆς θείας φύσεώς εἰσιν ἐνεργητὰ οὐδὲ τὰ τῆς θείας φύσεως καὶ τῆς ἀνθρωπίνης τὰ αὐτά· οὐ γὰρ δημιουργεῖ ἡ ἀνθρωπίνη φύσις οὐδὲ τρώγει ἡ θεία φύσις οὐδὲ μεταβαίνει ἐκ τόπων εἰς τόπους, εἰ καὶ διὰ τῆς ἀνθρωπίνης ἐνεργείας ἡ θεία ἐνεργεῖ ἐνέργεια. Εἷς δὲ ὁ ἐνεργῶν ταῦτα κἀκεῖνα, ὅτι μία ὑπόστασις. Εἰ γὰρ τὴν ἀνθρωπίνην οὐκ ἀνέλαβεν ἐνέργειαν, οὔτε ἔζησεν ὡς ἄνθρωπος, οὐκ ἐνόησεν, οὐκ ἐλογίσατο, οὐκ ἔφαγεν, οὐκ ἔπιεν, οὐκ ᾔσθετο βρώσεως, οὐ περιεπάτησεν, οὐκ εἶδεν, οὐκ ἤκουσεν, οὐκ ἀνέπνευσεν οὐδέ τι τῶν ἀνθρωπίνων διεπράξατο οὐδ' ὅλως ἄνθρωπος γέγονε. Φησὶ γὰρ ὁ Νυσαεὺς Γρηγόριος·..................................................................................................................................

Intertext edge

Open linked passage

Note