Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De duabus in Christo voluntatibus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
36.1.1
Τούτων οὕτω διηρθρωμένων καὶ διεσμιλευμένων ἴδωμεν, εἰ λέγει τὰ ἅγια εὐαγγέλια καὶ οἱ ἀπόστολοι καὶ οἱ ἅγιοι πατέρες, ταῦτα πάντα ἔχειν τὸν κύριον ἢ οὔ. Ὅτι μὲν οὖν εἶχε ψυχὴν ἀνθρωπίνην, φησὶν αὐτὸς ὁ κύριος ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ· «Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν», καὶ πάλιν «καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων». Ὅτι δὲ καὶ σῶμα εἶχε, μάρτυς ὁ Ἰωσὴφ καὶ ὁ αἰτήσας τὸ σῶμα αὐτοῦ καὶ κηδεύσας καὶ θεὶς ἐν τῷ τάφῳ. Ὅτι δὲ καὶ τὴν τῶν μελῶν εἶχε διοργάνωσιν, μάρτυς ἡ τὴν κεφαλὴν ἀλείψασα μύρῳ καὶ τοὺς πόδας βρέξασα τοῖς δάκρυσι, καὶ οἱ ἧλοι οἱ ἐμπαρέντες ἐν ταῖς παλάμαις καὶ τοῖς ταρσοῖς τῶν ποδῶν, ἡ λόγχη ἡ νύξασα τὴν πλευράν, καὶ ὁ ἀναπεσὼν ἐπὶ τὸ στῆθος μαθητής, ἡ γλῶσσα ἡ εἰποῦσα· «Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω», τὸ στόμα τὸ μεταδοτικὸν τοῦ ἁγίου πνεύματος, οἱ ὀδόντες καὶ ἡ φάρυγξ, οἱ τεμόντες τὸ πάσχα, καὶ ἡ τῷ στομάχῳ παραπέμψασα τοῦτο, τό τε ἧπαρ τὸ ἐξαιματῶσαν, ὅ τε κόπος ὁ ἐκ τῆς ὁδοιπορίας γενόμενος ὑπερταθέντων τῶν μυῶν καὶ τῶν νεύρων, ὥς φησιν ὁ θεῖος Βασίλειος, ἥ τε περιτομὴ τῆς ἀκροβυστίας καὶ οἱ γλουτοὶ οἱ ἐπὶ τὸν ὄνον κεκαθικότες, αἵ τε κατὰ τὸν νῶτον μάστιγες, τὰ ῥαπίσματά τε τῶν παρειῶν σὺν τοῖς ἐμπτύσμασι τοῦ προσώπου. Ὅτι δὲ καὶ τομὴν καὶ ῥεῦσιν ἐδέξατο τὴν ἐμήν, μάρτυς ἡ περιτομή, οἱ ἧλοι, ἡ λόγχη, τὸ πτύσμα, ὁ ἱδρώς, τὸ ῥεῦσαν ἐκ τῆς πλευρᾶς αἷμα καὶ ὕδωρ. Ὅτι δὲ καὶ τὰς ψυχικὰς ἐνεργείας καὶ τὰ πάθη ἀνέλαβε, μάρτυρες αἱ διὰ τοῦ σώματος τοῦ ἀκηράτου τῆς παναγίας αὐτοῦ ψυχῆς ἐνέργειαι– εἶδε γάρ, φησί, τὴν πόλιν Ἱερουσαλὴμ καὶ ἔκλαυσεν, ἤκουσέ τε, ὅτι Ἰωάννης ἐβλήθη ἐν τῇ φυλακῇ–, ἥ τε τοῦ μύρου ὀσφραντικὴ αἴσθησις καὶ ἡ φωνὴ ἡ ἐγείρασα Λάζαρον καὶ ἡ γεῦσις ἡ τῆς χολῆς καὶ τοῦ ὄξους ἀποστραφεῖσα φυσικῶς τὴν ἀηδίαν– οὐ γὰρ δήπου ταῦτα θείας ἐνέργειαι φύσεως– καὶ ἡ ἁφὴ τοῦ λεπροῦ ἥ τε βάδισις καὶ ἡ τῶν χειρῶν ἐπὶ σταυροῦ ἔκτασις, ἐκ μὲν τῆς φυσικῆς δυνάμεως ἡ θρέψις τοῦ σώματος καὶ ἡ αὔξησις–» μακαρία γὰρ ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοί, οὓς ἐθήλασας», καὶ «τὸ παιδίον ηὔξανεν ἡλικίᾳ», φησίν–, ἐκ δὲ τῆς αἰσθητικῆς ὡς ἐμψύχου, ἀλόγου δὲ φύσεως ἡ αἴσθησις, ἡ καθ' ὁρμὴν κίνησις, ἡ πεῖνα, ἡ δίψα–» ὕστερον» γάρ, φησίν, «ἐπείνασε», καὶ ἐπὶ τοῦ σταυροῦ «διψῶ»–, ἡ τῆς βρώσεως ἐπιθυμία–» ἐπιθυμίᾳ» γάρ, φησίν, «ἐπεθύμησα φαγεῖν τὸ πάσχα τοῦτο μεθ' ὑμῶν»–, ὁ θυμός–» ἐταράχθη» γάρ, φησί, «τῷ πνεύματι καὶ ἐμαρτύρησε καὶ εἶπεν· Εἷς ἐξ ὑμῶν παραδώσει με»–, ἡ πέψις τῶν βρωμάτων καὶ τοῦ ποτοῦ καὶ ἡ ἐξαιμάτωσις· πόθεν γὰρ ὁ ἱδρώς, ὁ πτύελος, τὸ σωτήριον αἷμα καὶ ὕδωρ ἢ οὐκ ἐκ πέψεως; Ἠισθάνετο μὲν γὰρ καὶ πᾶσιν ἐκέχρητο, ἀλλ' οὐκ ἐμπαθῶς, ἀλλὰ φυσικῶς, καὶ ἐτρέφετο οὐ καθ' ἡδονὴν ἐμπαθῆ, ἀλλὰ πρὸς ἀναπλήρωσιν τοῦ ὑπεκρεύσαντος. Εἰ γὰρ καὶ μὴ εἶδε τὸ πανάγιον αὐτοῦ σῶμα διαφθοράν, ἀλλὰ τομὴν καὶ ῥεῦσιν φυσικῶς ὑπέμεινε· διαφθορὰ γάρ ἐστιν ἡ εἰς τά, ἐξ ὧν συνετέθη τὸ σῶμα, ἀνάλυσις. Καὶ πρὸ πάντων αὐτὴ ἡ ζωή, ἥτις ἐστὶ πρώτη τοῦ ζῴου ἐνέργεια ἐκ τῆς ψυχῆς μεταδιδομένη τῷ σώματι. 37 Τὸ δὲ σπερματικὸν καὶ γεννητικὸν οὐκ ἔσχεν· ἀμετάπτωτα γὰρ τῶν θείων ὑποστάσεων τὰ ἰδιώματα, καὶ ἀδύνατον τὸν πατέρα ἢ τὸ πνεῦμα γενέσθαι υἱόν. Διὸ οὐδὲ γέγονεν υἱὸς ἀνθρώπου εἰ μὴ ὁ υἱὸς τοῦ θεοῦ, ἵνα μείνῃ ἀμετάβλητον τὸ ἰδίωμα. Ἔπειτα ὑπόστασις ὁμοφυεῖ ὑποστάσει μίγνυται. Οὐκ ἔστι δὲ ἄλλη τοιαύτη ὑπόστασις υἱὸς θεοῦ καὶ ἀνθρώπου· εἷς γὰρ μονογενὴς υἱός, μόνος ἐκ μόνου πατρὸς καὶ μόνος ἐκ μόνης μητρός, υἱὸς θεοῦ καὶ υἱὸς ἀνθρώπου, θεὸς καὶ ἄνθρωπος, Ἰησοῦς Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ. Ἔτι δὲ εἰ καὶ φυσικὴ ἡ μίξις διὰ τὸν πληθυσμὸν τῶν ἀνθρώπων, ἀλλ' οὐκ ἀναγκαία· δυνατὸν γὰρ ἄνθρωπον ζῆν καὶ εἶναι ἄνθρωπον μὴ μιγνύμενον, καὶ πολλοὶ γεγόνασι τούτου τοῦ πάθους ἀπηλλαγμένοι.

Intertext edge

Open linked passage

Note