De duabus in Christo voluntatibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
38.1.1
Αὐτὸ μὲν γὰρ τὸ σῶμα ἰδίαν οὐκ ἔσχεν ἐνέργειαν εἰ μὴ τομὴν καὶ ῥεῦσιν, ἅτινα πάθη εἰσίν, οὐκ ἐνέργειαι· τὰ δὲ λοιπὰ πάντα ψυχῆς σώματι κεχρημένης εἰσὶν ἀριδήλως ἐνέργειαι, οὐ θεότητος· ἡ ταραχή· «Νῦν» γάρ, φησίν, «ἡ ψυχή μου τετάρακται·»– ἡ λύπη καὶ ἡ ἀδημονία· «Ἤρξατο γὰρ λυπεῖσθαι καὶ ἀδημονεῖν», καὶ «περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου·»– ἡ δειλία τοῦ θανάτου· «Πάτερ» γάρ, φησίν, «εἰ δυνατόν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο·»– ὁ θάνατος. Ταῦτα πάντα οὐ θεότητος– ἀπαθὲς γὰρ τὸ θεῖον καὶ ἀείζωον καὶ ἀθάνατον–, ἀλλὰ ζῴου, τουτέστιν οὐσίας ἐμψύχου καὶ αἰσθητικῆς. Ἐκ δὲ τῆς λογικῆς ψυχῆς καὶ νοερᾶς τὴν σοφίαν. «Προέκοπτε γὰρ σοφίᾳ καὶ ἡλικίᾳ». Οὐ γὰρ τῇ θείᾳ σοφίᾳ προέκοπτεν· ἐξ ἄκρας γὰρ συλλήψεως τελεία γέγονεν ἕνωσις καὶ ἄκρα συνάφεια καὶ οὐ προσθήκην θείας τινὸς δυνάμεως ἔσχεν, ἀλλ' ἀνθρωπίνῃ σοφίᾳ προέκοπτε. Κατὰ γὰρ τὸ μέτρον τῆς σωματικῆς ἡλικίας ἡ ἀνθρωπίνη ἐν αὐτῷ σοφία ἐδείκνυτο· ὥσπερ γὰρ ἐξ ἄκρας συλλήψεως τέλειον βρέφος ἐγένετο, οὐ κατὰ μικρὸν διαρθρουμένου καὶ διοργανουμένου τοῦ σώματος, καθώς φησιν ὁ μέγας Βασίλειος ἐν τῷ εἰς τὸ γενέθλιον λόγῳ, οὕτως καὶ τέλειος ἐν ἀνθρωπίνῃ καὶ θείᾳ σοφίᾳ ἐξ ἄκρας συλλήψεως γέγονεν, ὡς ἄνθρωπος δηλονότι· ὡς γὰρ θεὸς οὐ γέγονε τέλειος ἐν θείᾳ σοφίᾳ, ἀλλ' ἦν ἀιδίως, κατὰ δὲ τὴν τῆς ἡλικίας τοῦ σώματος προκοπὴν ἡ τῆς ἐν αὐτῷ τελείας ἀνθρωπίνης σοφίας ἔκφανσις προκοπὴ ἐλογίζετο. Εἰ δὲ σοφίαν ἔσχεν ἀνθρωπίνην, πάντως καὶ νοῦν· σοφία γὰρ νοῦ γέννημά τε καὶ δύναμις. Καὶ ὁ ἀπόστολος δέ φησιν· «Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν.» Καὶ τὸ κατ' εἰκόνα δὲ οἱ ἅγιοι πατέρες κατὰ τὸ νοερὸν ἐκλαμβάνουσιν, ὧν τὰς μαρτυρίας ὑπετάξαμεν. Εἰ οὖν τὸν κατ' εἰκόνα αὐτοῦ γενόμενον ἀνέλαβεν ἄνθρωπον ἤτοι φύσιν ἀνθρωπότητος, πάντως νοερὰν καὶ λογικὴν φύσιν ἀνέλαβεν. Ἀνέλαβε δὲ καὶ θέλησιν αὐτεξούσιον. Ὥσπερ γὰρ τὴν ἄλογον ἀνέλαβεν ὄρεξιν τὴν ἐπιπειθῆ λόγῳ, οὕτω καὶ τὴν λογικήν· οὐ γὰρ ἄνουν καὶ ἄλογον φύσιν ἀνέλαβεν. Εἰ γὰρ ἄνουν καὶ ἄλογον φύσιν ἀνέλαβεν, οὐκ ἄνθρωπον, ἀλλ' ἄλογον ἀνέλαβε. Νοερὰ γὰρ καὶ λογικὴ φύσις ὁ ἄνθρωπος.