De duabus in Christo voluntatibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
39.1.1
Ἄρ' οὖν πάντες οἱ ἅγιοι πατέρες, ὥσπερ δύο τὰς φύσεις εἶπον ἐπὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, οὕτω καὶ πάντα τὰ φυσικὰ ἰδιώματα διπλᾶ· ἀδύνατον γὰρ φύσιν συστῆναι δίχα τῶν συστατικῶν αὐτῆς ἰδιωμάτων. Ἐξ ἀνάγκης τοιγαροῦν δύο φύσεις αὐτοῦ λέγοντας δύο λέγειν δεῖ αὐτοῦ καὶ τὰ φυσικὰ θελήματα, τουτέστι τὰς θελητικὰς δυνάμεις· εἶχε γὰρ ὡς φύσει θεὸς θέλησιν θείαν παντοδύναμον, καὶ ὡς φύσει γενόμενος ἄνθρωπος εἶχε τὴν ἀνθρωπίνην θέλησιν, καθ' ἣν ἠθέλησε λαθεῖν εἰς οἶκον εἰσελθὼν καὶ οὐκ ἐδυνήθη. Οὐ γὰρ δήπου, ὡς οἶμαι, τῇ θείᾳ θελήσει τὸ ἀδύνατον ἐπιγράψουσιν. Εἶχεν μὲν οὖν τῆς ἀνθρωπίνης αὐτοῦ ψυχῆς τὴν θελητικὴν δύναμιν καὶ κατὰ ταύτην ἤθελε τὰ ἀνθρώπινα καὶ κατὰ τὴν ψυχικὴν αὐτοῦ θέλησιν ἐκινεῖτο πρὸς τὰ ἀνθρώπινα, ὥσπερ τῇ θείᾳ θελήσει τὰ θεῖα ἤθελεν ὁ εἷς καὶ ὁ αὐτὸς υἱὸς τοῦ θεοῦ Χριστός, ὁ θεὸς τέλειος καὶ τέλειος ἄνθρωπος, ἀλλ' οὐκ ἐναντιότητι γνώμης· ὑπετάσσετο γὰρ αὐτεξουσίως ἡ ἀνθρωπίνη αὐτοῦ θέλησις τῷ θείῳ αὐτοῦ καὶ πατρικῷ θελήματι καὶ ταῦτα ἤθελεν, ἃ ἤθελεν ἡ θεία αὐτοῦ θέλησις θέλειν αὐτήν.