Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De duabus in Christo voluntatibus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
40.1.1
Ἐπειδὴ γὰρ οὐχ ὑπετάγη ἡ τοῦ Ἀδὰμ θέλησις τῷ θείῳ θελήματι, ἀλλ' ἡ γνώμη αὐτοῦ τὰ ἐναντία ἠθέλησε τοῦ θείου θελήματος– καὶ τοῦτο ἦν ἡ παράβασις, καὶ οὐδεὶς τῶν ἐξ Ἀδὰμ κατὰ πάντα ὑπήκοος γέγονε τῷ θείῳ θελήματι, ἑκάστη δὲ ὑπόστασις κατ' οἰκείαν γνώμην παρήκοος γέγονε τοῦ θείου θελήματος· «πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ» κατὰ τὸν ἀπόστολον–, διὰ τοῦτο ὁ υἱὸς τοῦ θεοῦ πατρὸς εὐδοκίᾳ γενόμενος ἄνθρωπος φύσιν μὲν ἀνθρωπίνην ἀνέλαβε καὶ φυσικὴν ἀνθρωπίνην θέλησιν, ὑπόστασιν δὲ ἀνθρωπίνην οὐκ ἀνέλαβεν, ἵν' ἡ φυσικὴ τῆς ἀνθρωπότητος θέλησις μὴ κατὰ οἰκεῖον ὑποστατικὸν καὶ γνωμικὸν θέλημα πολιτεύσηται ἐναντίως τοῦ θείου θελήματος, ἀλλ' αὐτεξουσίως κατὰ πάντα ὑπήκοος γένηται καὶ οὕτως λυθῇ ἡ ἀρχαία παράβασις.

Intertext edge

Open linked passage

Note