De duabus in Christo voluntatibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
41.1.1
Καὶ πάλιν· Εἶχε μὲν οὖν ἀνθρωπίνην θέλησιν κατὰ Μάρκον τὸν εὐαγγελιστήν, ὅτι «εἰσελθὼν εἰς οἶκον ἠθέλησε λαθεῖν καὶ οὐκ ἐδυνήθη». Παντοδύναμος ἄρα ἡ θεία θέλησις καὶ οὐκ ἀδύναμος, ἀδύναμος δὲ ἡ ἀνθρωπίνη. Ἀνθρωπίνῃ οὖν θελήσει ἠθέλησε, τῆς θείας αὐτοῦ θελήσεως εὐδοκησά σης καὶ καιρὸν δεδωκυίας τῇ ἀνθρωπίνῃ αὐτοῦ φύσει χρήσασθαι τοῖς ἰδίοις, θελῆσαι λέγω καὶ μὴ δυνηθῆναι. Καὶ πάλιν· «Πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο», τουτέστι τὸ τοῦ θανάτου. Ἰδοὺ ἡ φυσικὴ τῆς ζωῆς ὄρεξις καὶ ἐπιθυμία, ἣν φυσικῶς λογικά τε καὶ ἄλογα ζῷα κέκτηνται. «Πλὴν μὴ τὸ ἐμὸν γενέσθω θέλημα, ἀλλὰ τὸ σόν.» Ἰδοὺ ἡ φυσικὴ καὶ λογικὴ τοῦ νοῦ ὄρεξις ἡ αὐτεξούσιος καὶ κριτικὴ καὶ χαλιναγωγὸς τῆς ἀλόγου ὀρέξεως. «Μὴ τὸ ἐμὸν γενέσθω θέλημα, ἀλλὰ τὸ σόν.» «Τὸ ἐμόν», τὸ ἀνθρώπινον, καθ' ὃ οὐ κοινωνός σού εἰμι· οὐδὲ γὰρ ἄνθρωπος σὺ καθὼς ἐγὼ γέγονας, τουτέστιν ἐφάμιλλος, οὐδὲ πάθη ἀνθρώπινα ἀνεδέξω. «Ἀλλὰ τὸ σόν», τὸ κοινὸν ἐμοῦ τε καὶ σοῦ, οὗ κοινωνός εἰμι ὡς καὶ τῆς φύσεως τῆς θεότητος. «Οὐ γὰρ καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με», οὐχ ἵνα ἰδίᾳ γνώμῃ ἐναντίᾳ τῷ σῷ θελήματι ἡ ἀνθρωπίνη μου πολιτεύσηται θέλησις, ἀλλ' ὑπήκοος τῷ σῷ θελήματι γένηται καὶ τὸ θελητὸν τῆς σῆς θελήσεως καὶ τῆς ἐμῆς ἀνθρωπίνης θελήσεως γένηται. Θέλημα γὰρ τοῦ πατρὸς καὶ εὐδοκία τὸ παθεῖν αὐτὸν ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας, ἐφ' ᾧ καὶ σεσάρκωται. Ἐνταῦθα γὰρ τὸ θέλημα οὐ τὴν θέλησιν, ἀλλὰ τὸ θελητὸν ὑποφαίνει· οὐ γὰρ τὴν θείαν θέλησιν ποιῆσαι αὐτῷ πρόκειται– αὕτη γὰρ ἄκτιστός τε καὶ ἄναρχος–, ἀλλὰ τὸ θελητόν, ὅπερ ἡ θεία θέλησις, καθὼς καὶ τὸ «πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς» ἐκληπτέον. Οὐ γὰρ πολλαὶ θελητικαὶ δυνάμεις εἰσὶ τοῦ θεοῦ, ἀλλὰ μία, οὔτε ἡ θελητικὴ δύναμις τοῦ θεοῦ ἐστιν ἐν τοῖς ἁγίοις, ἐπεὶ καὶ ἡ φύσις– ὧν γὰρ ἡ θέλησις μία, τούτων καὶ ἡ φύσις μία–, ἀλλὰ τὰ θελήματα τοῦ θεοῦ εἰσιν ἐν τοῖς ἁγίοις, τουτέστιν αἱ ἐντολαὶ αὐτοῦ. 42 Δέδεικται τοίνυν, ὡς εἶχεν ὁ Χριστὸς ὥσπερ δύο φύσεις, οὕτω καὶ δύο θελήσεις φυσικὰς καὶ δύο ἐνεργείας φυσικάς, ἵνα ᾖ θεὸς τέλειος καὶ ἄνθρωπος τέλειος· οὐ γὰρ θεὸς τέλειος ὁ μὴ ἔχων πάντα τὰ τῆς θεότητος ἰδιώματα καὶ πρὸ τούτων τὴν θείαν φύσιν οὐδὲ ἄνθρωπος τέλειος ὁ μὴ ἔχων τελείαν τὴν τοῦ ἀνθρώπου φύσιν καὶ πάντα τὰ φυσικὰ τῆς ἀνθρωπότητος ἰδιώματα. Εἶχε μὲν οὖν τὴν θείαν θέλησιν, καθ' ἣν ὡς θεὸς τὰ θεῖα ἤθελε σὺν πατρὶ καὶ τῷ πνεύματι· ὧν ὡς μία φύσις, οὕτως καὶ ἡ κατ' αὐτὴν θέλησις. Εἶχε δὲ καὶ ἀνθρωπίνην φυσικὴν θέλησιν, τουτέστι φυσικὴν θελητικὴν δύναμιν, ὡς γενόμενος τέλειος ἄνθρωπος, ὡς ἡ μήτηρ· ὧν ὡς μία φύσις, οὕτω μία καὶ ἡ θέλησις. Εἶχε καὶ τὴν θείαν ἐνέργειαν, καθ' ἣν αὐτεξουσίως θέλων ἐνήργει τὰ θεῖα σὺν τῷ πατρὶ καὶ τῷ πνεύματι· εἶχε καὶ ἀνθρωπίνην ἐνέργειαν, καθ' ἣν αὐτεξουσίως θέλων ἐνήργει τὰ ἀνθρώπινα. Οὐ γὰρ θείᾳ θελήσει ἤθελε λαθεῖν, καὶ οὐκ ἠδύνατο, οὐδὲ φαγεῖν καὶ πιεῖν– ταῦτα γὰρ ἀνθρωπίνης φύσεως θελητὰ καὶ οὐ θείας–, οὐδὲ θείᾳ ἐνεργείᾳ περιεπάτει ἢ τὰς χεῖρας ἐξέτεινεν· οὐ γὰρ θείας φύσεως ἢ ἐνεργείας περιπατεῖν καὶ ἐκτείνειν χεῖρας. Ὅμως ἑκατέρα τῶν ἐν Χριστῷ φύσεων μετὰ τῆς θατέρου κοινωνίας ἤθελε καὶ ἐνήργει τοῦθ', ὅπερ ἴδιον ἔσχηκεν, ἐξυπηρετουμένης τῆς ἀνθρωπίνης θελήσεως καὶ ἐνεργείας αὐτοῦ τῇ θείᾳ αὐτοῦ θελήσει καὶ ἐνεργείᾳ. Ὥσπερ γὰρ διὰ τῆς σωματικῆς ἐνεργείας αὐτοῦ ἡ θεία αὐτοῦ ἐνήργει ἐνέργεια– ἐκράτησε γὰρ τῇ χειρὶ τῆς χειρὸς τῆς παιδὸς καὶ εἶπε τὸ «κοράσιον, ἔγειραι», καὶ διὰ τῆς ἁφῆς καὶ τοῦ λόγου ἡ θεία ἐνέργεια τὴν κόρην ἐζωοποίησεν–, οὕτω καὶ διὰ τῆς ἀνθρωπίνης αὐτοῦ θελήσεως ἡ θεία ἐνήργει αὐτοῦ θέλησις. Θελήσας γὰρ θεϊκῶς τὴν θαυματουργίαν εἰργάσατο καὶ θελήσας ἀνθρωπίνως τὴν χεῖρα ἐξέτεινε καὶ εἶπεν· «Ἔγειραι». Καὶ ἁπλῶς εἰπεῖν· Ὅσα ἠθέλησέ τε καὶ ἐνήργησεν ἀνθρωπίνως, σωτηρία τοῦ κόσμου γέγονεν· οὐ γὰρ κατὰ θεὸν τὰ θεῖα ἔδρασεν– οὐ γὰρ θεοῦ γυμνοῦ δι' ἁφῆς καὶ ἐκτάσεως χειρῶν τὰς θαυματουργίας ἐποίει– οὐδὲ κατὰ ἄνθρωπον τὰ ἀνθρώπινα ἔπραξεν– οὐ γὰρ ἀνθρώπου ψιλοῦ τὰ πάθη τὰ τοῦ κόσμου σωτήρια–, ἀλλὰ θεὸς ὢν καὶ γενόμενος ἄνθρωπος καινήν τινα καὶ ξένην θεανδρικὴν ἐνέργειαν ἐπεδείξατο, θείαν, ἀλλὰ δι' ἀνθρωπίνης ἐνεργοῦσαν, ἀνθρωπίνην, ἀλλὰ τῇ θείᾳ ἐξυπηρετουμένην καὶ τὰ τῆς συνυφεστηκυίας αὐτῇ θεότητος ἐμφαίνουσαν σύμβολα.