Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De duabus in Christo voluntatibus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
43.1.1
Ὥσπερ γὰρ ἑτέρας φύσεως ὁ σίδηρος καὶ ἑτέρας τὸ πῦρ καὶ ἑτέρας καὶ ἑτέρας ἐνεργείας τούτων ἑκάτερον· οὔτε γὰρ τέμνει τὸ πῦρ, ἀλλὰ καίει καὶ φωτίζει, οὔτε καίει ὁ σίδηρος οὔτε φωτίζει κατὰ τὴν ἰδίαν φυσι κὴν ἐνέργειαν, ἀλλὰ τέμνει καὶ μέλας ἐστίν· ὁπηνίκα δὲ ἕνωσις ἀμφοτέρων γένηται, ἡνωμένως καὶ οὐ διῃρημένως ἕκαστον τὴν οἰκείαν ἐνεργεῖ ἐνέργειαν– ἅμα γὰρ τῇ τομῇ καὶ ἡ καῦσις γίνεται καὶ διὰ τοῦ σιδήρου καίει τὸ πῦρ καὶ φωτίζει–, οὐ μία δὲ φυσικὴ ἐνέργεια, ἀλλὰ δύο, μία μὲν φυσικὴ τοῦ πυρὸς ἡ καυστική, ἑτέρα δὲ φυσικὴ τοῦ σιδήρου ἡ τομή, καὶ ἑκάστης ἴδιον ἀποτέλεσμα, τῆς μὲν τοῦ πυρὸς ἡ καῦσις, τῆς δὲ τοῦ σιδήρου ἡ τομή, εἰ καὶ καυστικὴ τομή ἐστι καὶ τμητικὴ καῦσις·– οὕτω καὶ ἐπὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἑκατέρα φύσις ἐνεργεῖ τὰ ἴδια μετὰ τῆς θατέρου κοινωνίας, καὶ οὐ μία αἱ δύο οὐδὲ τῶν δύο ἓν ἀποτέλεσμα, ἀλλὰ τῆς μὲν ἀνθρωπίνης αὐτοῦ φύσεως τὸ αὐτεξουσίως ὑπακούειν καὶ ἐξυπηρετεῖσθαι τῷ θείῳ θελήματι καὶ θελήματι οἰκείῳ ἐκτείνειν τὴν χεῖρα καὶ ἅπτεσθαι τῆς παιδὸς καθ' ὑπακοὴν τοῦ θείου θελήματος καὶ ὑπηρεσίαν, τῆς δὲ θεότητος τὴν τῆς παιδὸς ἔγερσιν ἐνεργούσης διὰ τῆς ἁφῆς. Ὥστε τῆς μὲν ἀνθρωπίνης ἐνεργείας πέρας ἡ ἑκούσιος τῆς χειρὸς ἔκτασις καὶ ἁφή, τῆς δὲ θείας ἡ τῆς παιδὸς ἔγερσις.

Intertext edge

Open linked passage

Note