De duabus in Christo voluntatibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
4.1.1
Φύσις μὲν οὖν ἐστι κατὰ τοὺς ἁγίους πατέρας τὸ κοινὸν καὶ ἀόριστον ἤτοι τὸ εἰδικώτατον εἶδος, οἷον ἄνθρωπος, ἵππος, βοῦς, ὑπόστασις δὲ τὸ μερικὸν τὸ καθ' αὑτὸ ὑφεστώς, οὐσία τις μετὰ συμβεβηκότων, τὴν καθ' αὑτὸ ὕπαρξιν ἰδιαιρέτως καὶ ἀποτετμημένως τῶν λοιπῶν ὑποστάσεων ἐνεργείᾳ καὶ πράγματι κληρωσαμένη, τὸ κοινωνοῦν μὲν τοῖς ὁμοειδέσιν ἀτόμοις τῷ λόγῳ τῆς φύσεως, συμβεβηκόσι δέ τισι, χαρακτηριστικοῖς ἰδιώμασι τὴν πρὸς τὸ ὁμοφυές τε καὶ ὁμοειδὲς ἄτομον ἔχον διαφοράν. Καὶ ἁπλῶς εἰπεῖν· Φύσις ἐστὶ τὸ κοινόν, οἷον ἀνθρωπότης– καὶ ὁ Πέτρος γὰρ ἄνθρωπός ἐστι καὶ ὁ Παῦλος καὶ οἱ λοιποὶ κατὰ μέρος ἄνθρωποι–, ὑπόστασις δὲ τὸ μερικόν, ὁ δεῖνα καὶ ὁ δεῖνα. Ὁ Πέτρος ὑπόστασίς ἐστι καὶ ὁ Παῦλος ἄλλη ὑπόστασις, οὐκ ἔστι δὲ ὁ Πέτρος φύσις καὶ ὁ Παῦλος ἄλλη φύσις, ἀλλ' ὁ Πέτρος ὑπόστασις ἔχων τελείαν τὴν φύσιν τῆς ἀνθρωπότητος· διὸ καὶ τέλειός ἐστιν ἄνθρωπος. Καὶ ὁ Παῦλος ἄλλη ὑπόστασίς ἐστιν ἔχων τελείαν τὴν αὐτὴν φύσιν τῆς ἀνθρωπότητος. Καὶ τὴν μὲν φύσιν τὴν αὐτὴν τελείαν ἔχει ἑκάστη ἀνθρώπων ὑπόστασις, οὐ τὴν αὐτὴν δὲ ὑπόστασιν. Οὐδὲ μίαν ἔχουσι πάντες οἱ ἄνθρωποι· ἄλλος γάρ ἐστιν ὁ Πέτρος καὶ ἄλλος ὁ Παῦλος, ἄλλη ὑπόστασις καὶ ἄλλη, οὐκ ἄλλη δὲ φύσις ὁ Πέτρος καὶ ἄλλη ὁ Παῦλος. Πάντες γὰρ οἱ ἄνθρωποι μιᾶς εἰσιν φύσεως. Καὶ ταῦτα μὲν περὶ φύσεως καὶ ὑποστάσεως πρὸς τὸ παρόν. Εἴπωμεν δὲ καί, τί ἐστι φυσικὸν ἰδίωμα καὶ τί ἐστιν ὑποστατικὸν ἰδίωμα, καὶ τὴν τούτων διαφοράν. Φύσις μὲν οὖν ἐστι κατὰ τοὺς ἁγίους πατέρας τὸ κοινὸν καὶ ἀόριστον ἤτοι τὸ εἰδικώτατον εἶδος, οἷον ἄνθρωπος, ἵππος, βοῦς, ὑπόστασις δὲ τὸ μερικὸν τὸ καθ' αὑτὸ ὑφεστώς, οἷον Πέτρος, Παῦλος, Ἰωάννης. Ἡ μὲν γὰρ φύσιςκοινόν ἐστι συνάγον καὶ περιέχον πολλούς· ἕκαστον γὰρ εἶδος φύσις ἐστί. Καὶ πρῶτον μέν, εἰ καὶ ὑπερούσιός ἐστιν, ἡ μακαρία φύσις τῆς θεότητος· μία γάρ ἐστι καὶ κοινή, περιέχουσα τὰς τρεῖς ἀπεριγράπτους ὑποστάσεις, πατέρα καὶ υἱὸν καὶ πνεῦμα ἅγιον. Ὁμοίως καὶ ἡ τῶν ἀγγέλων καὶ ἀνθρώπων καὶ ἕκαστον εἶδος ζῴων ἢ φυτῶν ἢ ἀψύχων σωμάτων. Εἰδέναι δὲ δεῖ, ὅτι ταυτόν ἐστι κατὰ τοὺς ἁγίους πατέρας φύσις καὶ οὐσία καὶ μορφή. Ἡ δὲ ὑπόστασις οὐσία τίς ἐστι μετὰ συμβεβηκότων, τὴν καθ' αὑτὸ ὕπαρξιν ἰδιαιρέτως καὶ ἀποτετμημένως τῶν λοιπῶν ὑποστάσεων ἐνεργείᾳ καὶ πράγματι κληρωσαμένη, τὸ κοινωνοῦν μὲν τοῖς ὁμοειδέσιν ἀτόμοις τῷ λόγῳ τῆς φύσεως, συμβεβηκόσι δέ τισι καὶ χαρακτηριστικοῖς αὐτῆς ἰδιώμασι τὴν πρὸς τὸ ὁμοειδές τε καὶ ὁμοφυὲς ἄτομον ἔχον διαφοράν. Ὁ γὰρ Πέτρος καὶ ἕκαστος ἄνθρωπος οὐσία ἐστίν– ἄνθρωπος γάρ ἐστιν–, ἀλλὰ μετὰ συμβεβηκότων– ἢ γὰρ μακρός ἐστιν ἢ κολοβὸς ἢ σιμὸς ἢ γρυπός· ταῦτα δὲ συμβεβηκότα εἰσί–, καὶ ἕκαστος καθ' ἑαυτὸν ἔσχε τὴν ὕπαρξιν. Καὶ ἁπλῶς εἰπεῖν· Φύσις μέν ἐστι τὸ κοινὸν τῶν ἀνθρώπων, τὸ κοινὸν τῶν ἵππων, οἷον ἀνθρωπότης– καὶ ὁ Πέτρος γὰρ ἄνθρωπός ἐστι καὶ ὁ Παῦλος καὶ οἱ λοιποί, ἕκαστος ἄνθρωπός ἐστιν–, ὑπόστασις δὲ τὸ μερικόν, ὁ δεῖνα καὶ ὁ δεῖνα. Ὁ Πέτρος ὑπόστασίς ἐστι καὶ ὁ Παῦλος ἄλλη ὑπόστασις, οὐκ ἔστι δὲ ὁ Πέτρος ἄλλη φύσις καὶ ὁ Παῦλος ἄλλη φύσις. Καὶ ὁ Πέτρος γὰρ καὶ ὁ Παῦλος ἑκάτερος αὐτῶν ἄνθρωπός ἐστι τέλειος· οὐκ ἔστι δὲ ὁ Πέτρος Παῦλος οὐδὲ ὁ Παῦλος Πέτρος. Καὶ ταῦτα μὲν περὶ φύσεως καὶ ὑποστάσεως πρὸς τὸ παρόν· ὑπόστασις δὲ καὶ πρόσωπον καὶ ἄτομον τὸ αὐτό ἐστιν. Εἴπωμεν οὖν, τί ἐστι φυσικὸν ἰδίωμα καὶ τί ἐστιν ὑποστατικὸν ἰδίωμα, καὶ τὴν τούτων διαφοράν.