Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De duabus in Christo voluntatibus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
5.1.1
Φυσικὸν μὲν οὖν ἰδίωμά ἐστι τὸ τὴν φύσιν συνιστῶν, οὗ χωρὶς οὐ δύναται συστῆναι ἡ φύσις, ἧς ὑπάρχει ἰδίωμα, οἷον τὸ ζωτικόν, τὸ λογικόν, τὸ θελητικόν, τὸ αἰσθητικόν, τὸ βαδιστικόν, τὸ ἀναπνευστικὸν ἐπὶ τοῦ ἀνθρώπου καὶ τὰ τοιαῦτα. Ὁ γὰρ μὴ λογιζόμενος οὐκ ἔστιν ἄνθρωπος· οὐκ ἐγένετο γὰρ ἄνθρωπος μὴ λογιζόμενος, εἴτε καλῶς, εἴτε κακῶς, ὁμοίως οὐδὲ ὁ μὴ αἰσθανόμενος μηδὲ βαδίζων μηδὲ ἀναπνέων. Φυσικὸν οὖν ἰδίωμά ἐστι τὸ συνιστῶν τὴν φύσιν καὶ χωρίζον εἶδος ἀπὸ εἴδους, τουτέστι φύσιν ἀπὸ ἄλλης φύσεως, καὶ ἐν ἑκάστῃ ὑποστάσει τοῦ αὐτοῦ εἴδους θεωρούμενον, οἷον τὸ λογικόν. Συνιστᾷ γὰρ τὴν φύσιν τοῦ ἀνθρώπου ὡς ἐν τῷ ὅρῳ αὐτοῦ λαμβανόμενον– ἄνθρωπος γάρ ἐστι ζῷον λογικὸν θνητόν–, καὶ χωρίζει τὸ λογικὸν τὸν ἄνθρωπον ἐκ πάντων τῶν ἀλόγων. Καὶ γὰρ πᾶς ἄνθρωπος λογικός ἐστιν· ὁ γὰρ μὴ ὢν λογικὸς οὐκ ἔστιν ἄνθρωπος. Ἀδύνατον γὰρ ἄνθρωπον μὴ εἶναι ζῷον λογικὸν θνητόν. Φυσικὸν μὲν οὖν ἰδίωμά ἐστι τὸ τὴν φύσιν συνιστῶν, οὗ χωρὶς οὐ δύναται συστῆναι ἡ φύσις, ἧς ὑπάρχει ἰδίωμα, ὡς ἐπὶ τοῦ ἀνθρώπου τὸ ζωτικόν, τὸ λογικόν, τὸ αἰσθητικόν, τὸ βαδιστικόν, τὸ ἀναπνευστικόν, τὸ θελητικόν, τὸ ἐνεργητικόν, τὸ θνητὸν καὶ τὰ τοιαῦτα. Ὁ γὰρ μὴ ζῶν ἢ μὴ λογιζόμενος οὐκ ἔστιν ἄνθρωπος· οὐ γὰρ γέγονεν ἄνθρωπος μὴ ζῶν ἢ μὴ λογιζόμενος, εἴτε καλῶς, εἴτε κακῶς. Καὶ ὁ μὴ θέλων οὐκ ἔστι τέλειος ἄνθρωπος· οὐκ ἐγένετο γὰρ ἄνθρωπος μὴ θέλων, εἴτε καλῶς, εἴτε κακῶς. Ὁμοίως οὐδὲ ὁ μὴ αἰσθανόμενος μηδὲ ἀναπνέων μηδὲ βαδίζων οὐκ ἔστι τέλειος ἄνθρωπος, ἀλλ' ἐλλιπής. Φυσικὸν οὖν ἰδίωμά ἐστι τὸ συνιστῶν τὴν φύσιν καὶ χωρίζον εἶδος ἀπὸ εἴδους, τουτέστι φύσιν ἀπὸ ἄλλης φύσεως, καὶ ἐν ἑκάστῃ ὑποστάσει τοῦ αὐτοῦ εἴδους θεωρούμενον, οἷον τὸ λογικὸν καὶ τὸ θνητόν. Συνιστῶσι γὰρ τὴν φύσιν τοῦ ἀνθρώπου ὡς ἐν τῷ ὅρῳ αὐτοῦ λαμβανόμενα– ἄνθρωπος γάρ ἐστι ζῷον λογικὸν θνητόν–, καὶ χωρίζουσι τὸν ἄνθρωπον, τὸ μὲν λογικὸν ἐκ πάντων τῶν ἀλόγων, τὸ δὲ θνητὸν ἐκ τῶν ἀθανάτων, θεοῦ τε καὶ ἀγγέλων. Καὶ πᾶς ἄνθρωπος λογικός ἐστι καὶ θνητός· ὁ γὰρ μὴ ὢν λογικὸς καὶ θνητὸς οὐκ ἔστιν ἄνθρωπος. Ἀδύνατον γὰρ ἄνθρωπον μὴ εἶναι ζῷον λογικὸν θνητόν.

Intertext edge

Open linked passage

Note