Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De duabus in Christo voluntatibus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
8.1.1
Τέλειος θεὸς ὁ Χριστὸς καὶ τέλειος ἄνθρωπος καὶ μετὰ τὴν τῶν φύσεων ἕνωσιν, τέλειος ἐν θεότητι καὶ τέλειος ἐν ἀνθρωπότητι; Ναὶ πάντως. Θεότης δὲ καὶ ἀνθρωπότης μία φύσις ἢ δύο; Δύο, ὡς ἀληθῶς· ἄλλη γὰρ φύσις θεότητος καὶ ἄλλη φύσις ἀνθρωπότητος. Οὐκοῦν δύο φύσεις ἐν τῷ Χριστῷ, καὶ ἐν δύο φύσεσιν ὁ Χριστός, εἴπερ θεός ἐστι τέλειος καὶ ἄνθρωπος τέλειος. Καὶ πάλιν· Ἐκ δύο φύσεων τὸν Χριστὸν ὁμολογοῦμεν; Πάντως. Διὰ τί ἐκ δύο; Ὅτι ἐκ θεότητός ἐστι καὶ ἀνθρωπότητος. Τί γὰρ τὸ εἰπεῖν θεότητα καὶ ἀνθρωπό τητα; Δύο φύσεις παριστᾷ; Πάντως· οὐ γὰρ μία φύσις θεότητος καὶ ἀνθρωπότητος. Εἶτα· Ὁμολογοῦμεν τὸν Χριστὸν μετὰ τὴν ἕνωσιν ἐν θεότητι καὶ ἀνθρωπότητι; Πάντως. Οὐκοῦν, εἰ μετὰ τὴν ἕνωσιν ἐν θεότητι καὶ ἀνθρωπότητι ὁμολογοῦμεν αὐτόν, θεότης δὲ καὶ ἀνθρωπότης δύο φύσεις καὶ οὐ μία, ἐν δυσὶ φύσεσιν αὐτὸν ὁμολογοῦμεν. Καὶ πάλιν· Εἰ ἔχει ὁ Χριστὸς τὴν φύσιν τοῦ πατρὸς καὶ μετὰ τὴν ἕνωσιν τελείαν καὶ ἀνελλιπῆ, ἄτρεπτον καὶ ἀσύγχυτον; Παντὶ τρόπῳ. Ἔχει καὶ τὴν φύσιν τῆς μητρός, τουτέστιν τὴν φύσιν τοῦ Ἀδάμ, τελείαν, ἀνελλιπῆ, ἄτρεπτον καὶ ἀσύγχυτον; Ἐκ παντός. Ἡ φύσις τοῦ θεοῦ καὶ πατρὸς καὶ ἡ φύσις τῆς ἁγίας παρθένου μία ἢ δύο; Δύο πάντως. Οὐκοῦν δύο φύσεις ἐν τῷ Χριστῷ μετὰ τὴν ἕνωσιν. Πρὸ γὰρ τῆς ἑνώσεως οὐ δύο φύσεις ἐν τῷ θεῷ λόγῳ, ἀλλὰ μία, ἡ τοῦ πατρός. Ἀδύνατον τὴν μίαν καὶ τὴν αὐτὴν φύσιν κτιστὴν εἶναι καὶ ἄκτιστον, ἠργμένην καὶ ἄναρχον καὶ παθητὴν καὶ ἀπαθῆ. Εἰ γὰρ ἤρξατο, οὐκ ἄναρχος, καὶ εἰ ἄκτιστος, οὐκ ἐκτίσθη. Ὥστε οὐ μία φύσις ὁ Χριστός, ἀλλὰ μία ὑπόστασις δύο φύσεις ἔχουσα, μίαν ἄκτιστον καὶ κτιστὴν μίαν, μίαν ἄναρχον καὶ ἄλλην ἠργμένην. Τέλειος θεὸς ὁ Χριστὸς καὶ τέλειος ἄνθρωπος καὶ μετὰ τὴν καθ' ὑπόστασιν τῶν φύσεων ἕνωσιν; Ναὶ πάντως. Τέλειος ἐν θεότητι καὶ τέλειος ἐν ἀνθρωπότητι; Ἀληθῶς. Θεότης δὲ καὶ ἀνθρωπότης μία φύσις ἢ δύο; Δύο, ὡς ἀληθῶς· ἄλλη γὰρ φύσις θεότητος καὶ ἄλλη ἀνθρωπότητος. Ἄλλη δὲ καὶ ἄλλη οὐ μία, ἀλλὰ δύο. Οὐκοῦν δύο φύσεις ἐν τῷ Χριστῷ, καὶ ἐν δύο φύσεσιν ὁ Χριστὸς μετὰ τὴν καθ' ὑπόστασιν ἕνωσιν, εἴπερ θεός ἐστι τέλειος καὶ ἄνθρωπος τέλειος μετὰ τὴν ἕνωσιν καὶ τέλειος ἐν θεότητι καὶ τέλειος ἐν ἀνθρωπότητι. Καὶ πάλιν· Ἐκ δύο φύσεων ὁμολογοῦμεν τὸν Χριστόν; Πάντως. Διὰ τί ἐκ δύο; Ὅτι ἐκ θεότητός ἐστι καὶ ἀνθρωπότητος. Τί γάρ; Τὸ εἰπεῖν θεότητα καὶ ἀνθρωπότητα δύο φύσεις πάντως παριστᾷ; Πάντως· οὐ γὰρ μία φύσις θεότητος καὶ ἀνθρωπότητος. Εἶτα· Ὁμολογοῦμεν τὸν Χριστὸν μετὰ τὴν ἕνωσιν ἐν θεότητι καὶ ἀνθρωπότητι; Πάντως. Οὐκοῦν, εἰ μετὰ τὴν ἕνωσιν ἐν θεότητι καὶ ἀνθρωπότητι ὁμολογοῦμεν αὐτόν, θεότης δὲ καὶ ἀνθρωπότης δύο φύσεις καὶ οὐ μία, ἐν δύο φύσεσιν ἀνάγκη λέγειν αὐτὸν μετὰ τὴν ἕνωσιν ὥσπερ καὶ ἐκ δύο φύσεων. Καὶ αὖθις· Ἔχει ὁ Χριστὸς τὴν φύσιν τοῦ πατρὸς καὶ μετὰ τὴν ἕνωσιν τελείαν, ἀνελλιπῆ, ἄτρεπτον καὶ ἀσύγχυτον; Παντὶ τρόπῳ. Ἔχει δὲ καὶ τὴν φύσιν τῆς μητρός, τουτέστιν τοῦ Ἀδάμ, τελείαν, ἀνελλιπῆ, ἄτρεπτον καὶ ἀσύγχυτον; Ἀναμφιβόλως. Ἡ φύσις τοῦ θεοῦ καὶ πατρὸς καὶ ἡ φύσις τῆς ἁγίας παρθένου μία ἢ δύο; Δύο πάντως καὶ οὐ μία. Οὐκοῦν δύο φύσεις ἐν τῷ Χριστῷ μετὰ τὴν ἕνωσιν. Πρὸ γὰρ τῆς ἑνώσεως οὐ δύο φύσεις ἐν τῷ θεῷ λόγῳ, ἀλλὰ μία, ἡ τοῦ πατρός. Καὶ πάλιν· Ἡ ἐν τῷ Χριστῷ θεότης παθητὴ φύσις ἢ ἀπαθής; Ἀπαθὴς πάντως. Καὶ ἡ ἐν τῷ Χριστῷ ἀνθρωπότης παθητὴ ἢ ἀπαθής; Παθητὴ δηλονότι. Παθητὴ οὖν φύσις καὶ ἀπαθὴς μία φύσις οὐκ ἔστιν, ἀλλὰ δύο, καὶ δύο φύσεις ἐν τῷ Χριστῷ. Ἡ θεότης τοῦ Χριστοῦ αὐτή ἐστι τοῦ πατρὸς καὶ τοῦ πνεύματος ἢ οὔ; Αὐτὴ καὶ οὐκ ἄλλη. Τελεία φύσις αὕτη ἐν τῷ Χριστῷ ἢ μέρος φύσεως; Τελεία. Ἡ ἀνθρωπότης αὐτοῦ τελεία φύσις ἐστὶν ἐν αὐτῷ; Τελεία. Οὐκοῦν δύο φύσεις τέλειαι ἐν τῷ Χριστῷ. Εἰ δὲ μίαν φύσιν σύνθετον εἴπῃς τοῦ Χριστοῦ, ἡ θεότης καὶ ἡ ἀνθρωπότης μέρη εἰσὶ τῆς συνθέτου φύσεως τοῦ Χριστοῦ, καὶ ἔσται ὁ πατὴρ καὶ θεὸς καὶ ὁ Ἀδὰμ μέρη τῆς μιᾶς φύσεως τοῦ Χριστοῦ καὶ ἔσται ὁ μὲν Χριστὸς τελεία φύσις, ὁ πατὴρ δὲ μερικὴ καὶ ἀτελὴς φύσις συγκρινόμενος πρὸς Χριστόν. Καὶ αὖθις· Διὰ τί οὐ λέγετε δύο φύσεις ἐπὶ Χριστοῦ; Ὅτι ὁ ἀριθμὸς διαίρεσιν παρεισάγει. Οὐκοῦν καὶ τὸ λέγειν τρεῖς ὑποστάσεις τῆς θεότητος διαιρεῖ τὴν θεότητα. Ἀλλ' οὐκ ἔστι τοῦτο· ὁ γὰρ ἀριθμὸς τὴν διαφορὰν καὶ τὴν ποσότητα τῶν ἀριθμουμένων δηλοῖ καὶ μόνον, εἴτε ἡνωμένα εἰσὶ τὰ ἀριθμούμενα, εἴτε διῃρημένα. Τρεῖς γὰρ ὑποστάσεις λέγοντες τῆς θεότητος οὐ διαιροῦμεν αὐτὰς ἀπ' ἀλλήλων– ἥνωνται γὰρ κατ' οὐσίαν–, ἀλλὰ τὴν διαφορὰν τῶν ὑποστάσεων σημαίνομεν καὶ τὸ μὴ συγχεῖ σθαι αὐτὰς καὶ συναλείφεσθαι εἰς μίαν ὑπόστασιν. Ὁμοίως δύο φύσεις τοῦ Χριστοῦ λέγοντες οὐ διαιροῦμεν αὐτάς– ἥνωνται γὰρ καθ' ὑπόστασιν–, ἀλλὰ τὴν διαφορὰν τῶν φύσεων σημαίνομεν καὶ τὸ μὴ τετράφθαι καὶ συγκεχύσθαι αὐτάς. Ὑμεῖς γὰρ μιᾶς συνθέτου φύσεως τὸν Χριστὸν λέγοντες ἐκ θεότητος καὶ ἀνθρωπότητος οὔτε τῷ πατρὶ αὐτὸν λέγετε ὁμοούσιον οὔτε ἡμῖν· οὔτε γὰρ ὁ πατὴρ συνθέτου φύσεως οὔτε ἡμεῖς ἐκ θεότητος καὶ ἀνθρωπότητος σύνθετοι. Ἀλλὰ καὶ παθητὴν τὴν θεότητα ὁμολογεῖτε· εἰ γὰρ μιᾶς φύσεως ὁ Χριστὸς συνθέτου ἐκ θεότητός τε καὶ ἀνθρωπότητος, ἔπαθε δὲ ὁ Χριστός, δηλονότι ἡ μία φύσις αὐτοῦ ἡ σύνθετος, ἡ θεανθρωπότης, ἔπαθεν. Ἀλλὰ δῆλον, ὅτι ἀρειανίζετε· ὡς γὰρ ἐκεῖνοι, καὶ ὑμεῖς ταυτὸν λέγετε φύσιν καὶ ὑπόστασιν καὶ παθητὴν τὴν τοῦ Χριστοῦ θεότητα καὶ τὴν φύσιν αὐτοῦ σύνθετον λέγετε, ἵνα ἑτεροούσιον αὐτὸν τοῦ πατρὸς βλασφημήσητε. Ἡμᾶς δὲ μὴ γένοιτο οὕτω φρονεῖν· οἴδαμεν γὰρ διαφορὰν φύσεώς τε καὶ ὑποστάσεως κατὰ τοὺς ἁγίους πατέρας. Διὸ καὶ τὸ τριαδικὸν τῶν ὑποστάσεων καὶ τὸ μοναδικὸν τῆς φύσεως ἐπὶ τῆς θεότητος ὁμολογοῦμεν καὶ ἐν τῷ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ κατὰ τὸν θεολόγον Γρηγόριον «ἔμπαλιν ἢ ἐπὶ τῆς τριάδος» τὸ μοναδικὸν τῆς ὑποστάσεως καὶ τὸ διττὸν καὶ διάφορον τῶν φύσεων κηρύττομεν καὶ σύνθετον μίαν ὑπόστασιν αὐτὸν ὁμολογοῦμεν, ὁμοούσιον τῷ πατρὶ καὶ ἀπαθῆ κατὰ τὴν τῆς θεότητος φύσιν, ὁμοούσιον ἡμῖν καὶ παθητὸν κατὰ τὴν φύσιν τῆς ἀνθρωπότητος τὸν αὐτόν. Ἀδύνατον γὰρ τὴν μίαν καὶ τὴν αὐτὴν φύσιν κτιστὴν εἶναι καὶ ἄκτιστον, ἠργμένην καὶ ἄναρχον. Εἰ γὰρ ἤρξατο, οὐκ ἄναρχος, καὶ εἰ ἄκτιστός ἐστιν, οὐκ ἐκτίσθη. Ὥστε οὐ μία φύσις ὁ Χριστός, ἀλλὰ μία ὑπόστασις δύο ἔχουσα φύσεις, μίαν ἄκτιστον καὶ μίαν κτιστήν, μίαν ἄναρχον καὶ μίαν ἠργμένην, μίαν ἀπαθῆ καὶ μίαν παθητήν. Καὶ πάλιν· Εἰ ἐκ διαφόρων φύσεων συντεθειμένη ἡ φύσις, οὐδὲ μία αὐτῶν ἐστιν ὁμοούσιος. Ἡ μὲν γὰρ ἑκάστη τὸν ἑαυτῆς ὅρον ἔχει μόνον, ἡ δὲ σύνθετος ἄλλον ὅρον ἔχει σύνθετον. Ἀδύνατον δὲ τὰ ἕτερον καὶ ἕτερον ὅρον δεχόμενα ὁμοούσια εἶναι. Εἰ οὖν μία φύσις ὁ Χριστός, πῶς τῷ πατρὶ ἔσται ὁμοούσιος καὶ τῇ μητρί; Ὁ μὲν γὰρ θεός, ἡ δὲ ἄνθρωπος. Θεὸς δὲ καὶ ἄνθρωπος οὐ μία φύσις· οὐ γὰρ εἷς ὅρος θεότητος καὶ ἀνθρωπότητος. Ὁ μὲν γὰρ κτίστης, ὁ δὲ κτίσμα. Καὶ πάλιν· Μία καὶ ἡ αὐτὴ φύσις ἑτεροουσίοις ὁμοούσιος εἶναι οὐ δύναται. Καὶ πάλιν· Φύσις φύσει ὁμοούσιος οὐ λέγεται οὐδὲ ὑπόστασις μονοφυὴς ἑτεροουσίοις ὑποστάσεσιν ὁμοούσιος. Εἰ οὖν μία φύσις ὁ Χριστὸς μετὰ τὴν ἕνωσιν, πῶς τῷ πατρὶ καὶ τῇ μητρὶ ἑτεροουσίοις οὖσιν ἔσται ὁμοούσιος; Ὅτι δὲ καὶ μία ὑπόστασις τοῦ Χριστοῦ καὶ οὐ δύο, ἐντεῦθεν γνωσόμεθα· Εἷς υἱὸς ὁ Χριστὸς ἢ δύο; Εἷς πάντως. Καὶ πῶς δύο ὑποστάσεις, εἰ εἷς ὁ υἱός; Εἰ δύο ὑποστάσεις, ἄλλος καὶ ἄλλος, καὶ ἢ ἔσονται δύο Χριστοὶ ἢ ἄλλος ὁ Χριστὸς καὶ ἄλλος ὁ θεὸς λόγος καὶ οὐκέτι εἷς υἱός. Καὶ πάλιν· Εἰ δύο ὑποστάσεις τοῦ Χριστοῦ, κάθηται δὲ ἐν δεξιᾷ τοῦ πατρὸς ἐπὶ τοῦ χερουβικοῦ θρόνου καὶ λατρεύεται ὑπὸ πάσης κτίσεως σὺν τῷ πατρὶ καὶ τῷ πνεύματι· οὐκοῦν τετράδι καὶ οὐ τριάδι λατρεύομεν. Καὶ πάλιν· Εἰ μία φύσις τοῦ Χριστοῦ μετὰ τὴν ἕνωσιν, πῶς ὀνομάζεται; Χριστότης δηλαδὴ ἡ θεανθρωπότης. Ποίᾳ φύσει; Εἰ μία, δηλονότι τῇ μιᾷ αὐτοῦ φύσει. Οὐκοῦν ἡ θεανθρωπότης αὐτοῦ, καὶ ἔσται ἡ ἐν Χριστῷ θεότης παθητή. Καὶ πάλιν· Ἔπαθεν ὁ Χριστός; Πάντως. Ἡ θεότης αὐτοῦ ἔπαθεν ἢ ἡ ἀνθρωπότης αὐτοῦ, ποία φύσις; Ἡ ἀνθρωπότης. Ἡ δὲ θεία αὐτοῦ φύσις ἀπαθὴς ἔμεινεν; Ναί. Ἡ παθοῦσα αὐτοῦ φύσις καὶ ἡ μὴ παθοῦσα ἡ αὐτή ἐστιν ἢ ἄλλη καὶ ἄλλη; Ἄλλη πάντως καὶ ἄλλη. Καὶ εἰ ἄλλη καὶ ἄλλη, πῶς μία αἱ δύο; Ἀλλ' αἱ μὲν δύο φύσεις ἢ ἄλλη καὶ ἄλλη μία φύσις οὔκ εἰσιν, ἀλλὰ μία ὑπόστασις, δύο δὲ φύσεις, μία ἀπαθὴς καὶ μία παθητή. Καὶ ἔσται ὁ λόγος εὔδρομος.

Intertext edge

Open linked passage

Note