Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De duabus in Christo voluntatibus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
9.1.1
Ὑπόστασιν δὲ μίαν σύνθετον τὸν Χριστὸν λέγομεν· μία γὰρ οὖσα τῶν τῆς θεότητος ὑποστάσεων εὐδοκίᾳ πατρὸς ἐσαρκώθη ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς ἀειπαρθένου καὶ θεοτόκου καὶ γέγονεν ἄνθρωπος τέλειος οὐ κατὰ τροπὴν ἢ σύγχυσιν ἢ ἀλλοίωσιν, ἀλλὰ κατὰ πρόσληψιν σαρκὸς ἐψυχωμένης ψυχῇ λογικῇ τε καὶ νοερᾷ, μείνας, ὃ ἦν, θεὸς τέλειος, καὶ γενόμενος, ὃ οὐκ ἦν, ἄνθρωπος τέλειος, φύσιν προσλαβών, οὐχ ὑπόστασιν, φύσιν οὐκ ἀνυπόστατον, ἀλλ' ἐν αὐτῷ ὑποστᾶσαν καὶ αὐτὸν ἐσχηκυῖαν ὑπόστασιν· οὐ γὰρ γέγονε τοῦδε ἢ τοῦδε, ἀλλὰ τοῦ θεοῦ λόγου. Πᾶσα γὰρ σὰρξ καὶ πᾶσα ψυχὴ τινὸς λέγεται καὶ τινός ἐστι καὶ αὐτὸν ἔχει ὑπόστασιν· ἡ γὰρ σὰρξ καὶ ἡ ψυχὴ τοῦ Πέτρου τὸν Πέτρον ἔχει ὑπόστασιν, καὶ οὐκ ἄλλην ἔχει ὑπόστασιν ἡ ψυχὴ τοῦ Πέτρου καὶ ἄλλην ἡ σὰρξ αὐτοῦ. Ἄλλην μὲν γὰρ φύσιν ἔχει ἡ ψυχὴ καὶ ἄλλην ἡ σάρξ, ἡ ψυχὴ ἀσώματον καὶ ἄυλον, τὸ σῶμα ὑλικήν, ἀλλ', ἐπειδὴ ἑνός εἰσι, μίαν ἔχουσιν ὑπόστασιν. Τίνος οὖν ἐγένετο ἡ ἐκ παρθένου ἐψυχωμένη σάρξ; Εἰ μὲν τοῦ θεοῦ λόγου, αὐτὸν ἔχει ὑπόστασιν. Εἰ δὲ ἄλλου παρ' αὐτόν, οὐ προσκυνητέον αὐτῷ οὔτε λατρευτέον· οὐ γὰρ κτίσει οὐδὲ ἑτέρῳ παρὰ τὴν ἁγίαν τριάδα λατρεύομεν. Ἀλλ' οὐκ ἐγένετο ἑτέρου· οὐκ ἄγγελος γάρ, οὐ πρέσβυς, ἀλλ' αὐτὸς ὁ κύριος ἦλθε καὶ ἔσωσεν ἡμᾶς. Καὶ «ὁ πρῶτος Ἀδὰμ ἐκ γῆς χοϊκός· ὁ δεύτερος Ἀδάμ, ὁ κύριος, ἐξ οὐρανοῦ.» Τριὰς λέγεται, διότι τρεῖς ὑποστάσεις εἰσὶν τῆς θεότητος, πατὴρ καὶ ὁ μονογενὴς υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον. Εἰ οὖν ἑτέρα ὑπόστασίς ἐστι τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ καὶ ἑτέρα ὑπόστασις τοῦ υἱοῦ τῆς παρθένου, ἢ ἐξεβλήθη ὁ υἱὸς τοῦ θεοῦ ὁ μονογενὴς καὶ ἀντεισήχθη ὁ τῆς παρθένου ἢ οὐ προσκυνεῖται ὁ υἱὸς τῆς παρθένου ἢ τέσσαρες κάθηνται ἐπὶ τοῦ θρόνου καὶ τετράδι λατρεύομεν. Ἀλλ' ἡμᾶς μὴ γένοιτο τετράδι λατρεύειν, ἀλλὰ τριάδι ἁγίᾳ καὶ προσκυνητῇ, ἑνὶ πατρί, μιᾷ ὑποστάσει, ἑνὶ υἱῷ καὶ λόγῳ τοῦ θεοῦ σεσαρκωμένῳ, μιᾷ ὑποστάσει μετὰ τῆς σαρκὸς αὐτοῦ, ἑνὶ ἁγίῳ πνεύματι, μιᾷ ὑποστάσει, τριάδι παναγίᾳ καὶ δεδοξασμένῃ. Καὶ πάλιν· Ὅτι μία τοῦ Χριστοῦ ὑπόστασις, ἐντεῦθεν γνωσόμεθα. Ἀρχὴ τῆς ἑκάστου βρέφους ὑπάρξεως καὶ ὑπόστασίς ἐστιν ἡ ἐκ πατρὸς καταβαλλομένη σπορὰ ἐν τῇ μήτρᾳ τῆς γυναικός, ἣν συλλαμβάνουσα ἡ γυνὴ χορηγεῖ τὰ οἰκεῖα αἵματα, καὶ οὕτως συνίσταται τὸ βρέφος. Μία ὑπόστασις τῆς σπορᾶς καὶ τῶν ἐκ τῆς μητρὸς ἐν αὐτῇ ὑφισταμένων εἰς σάρκα αἱμάτων, καὶ ἡ σύλληψις τῆς σπορᾶς ἐστι. Συλλαμβάνει δὲ ἡ γυνὴ ἐκ τῆς τοῦ ἀνδρὸς μίξεως τὸν ἐξ αὐτοῦ καταβαλλόμενον σπόρον, καὶ αὐτός ἐστι τοῦ βρέφους ὑπόστασις. Τί οὖν συνέλαβεν ἡ ἁγία παρθένος; Σάρκα; Οὐκοῦν οὐκ ἐξ αὐτῆς ἡ σάρξ· οὐ γὰρ ἐξ ἑαυτῆς συλλαμβάνει γυνή. Τί οὖν συνέλαβεν; Τὸν τοῦ θεοῦ λόγον; Πνεῦμα γὰρ ἅγιον ἐμεσίτευσεν ἀντὶ συναφείας καὶ ἐνῴκησεν ἐν αὐτῇ, καὶ συνελήφθη ὁ υἱὸς καὶ λόγος τοῦ θεοῦ καὶ αὐτὸς ἐγένετο σὰρξ ἐψυχωμένη ψυχῇ λογικῇ καὶ νοερᾷ, καὶ αὐτὸς οἱονεὶ θεῖος σπόρος γέγονε τῇ σαρκὶ ὑπόστασις, μία ὑπόστασις δύο φύσεων, θεότητός τε καὶ ἀνθρωπότητος. Ὢν γὰρ θεὸς τέλειος γέγονεν ἄνθρωπος τέλειος, καὶ ἔστιν εἷς υἱὸς θεοῦ καὶ ἀνθρώπου, ἀμήτωρ ἐκ πατρὸς ὡς θεός, ἀπάτωρ ἐκ μητρὸς ὡς ἄνθρωπος, ὁ αὐτὸς δύο φύσεις, μία ὑπόστασις· εἷς γὰρ ὁ Χριστὸς υἱὸς καὶ οὐ δύο. Εἰ δὲ εἷς υἱός, πῶς δύο ὑποστάσεις; Ἡ γὰρ ὑπόστασις ἄλλον ποιεῖ καὶ ἄλλον ἐξ ἄλλου ἀφορίζει· εἰ γὰρ δύο ὑποστάσεις ἐξ ἑνὸς πατρὸς καὶ μιᾶς μητρὸς δίδυμοι γενόμενοι οὐχ εἷς υἱός, ἀλλὰ δύο, πῶς ἡ ἐξ ἑτεροουσίου πατρὸς γεγεννημένη καὶ ἐξ ἑτεροουσίου μητρὸς γεγεννημένη ὑπόστασις εἷς υἱὸς ἔσονται; Οὐ γὰρ τῆς αὐτῆς οὐσίας ὁ πατὴρ καὶ θεὸς καὶ ἡ παρθένος. Καὶ εἰ δύο ἀνθρώπων ὑποστάσεις ὁμοούσιοι τυγχάνουσαι οὐκ ἔσονται εἷς υἱός, πῶς δύο ὑποστάσεις ἑτεροούσιοι εἷς υἱὸς ἔσονται; Ἀνάγκη οὖν ἢ δύο υἱοὺς λέγειν τὸν Χριστὸν καὶ τὸν θεὸν λόγον ἢ μίαν ὑπόστασιν καὶ ἕνα υἱόν. Πῶς δὲ καὶ δύο φύσεων λέγετε τὸν Χριστόν, εἰ ἄλλος ὁ Χριστὸς καὶ ἄλλος ὁ θεὸς λόγος· ἔσται γὰρ καθ' ὑμᾶς μιᾶς φύσεως καὶ μιᾶς ὑποστάσεως ὁ θεὸς λόγος καὶ μιᾶς φύσεως καὶ μιᾶς ὑποστάσεως ὁ Χριστός. Εἰ δὲ τοῦτο δοθείη, ψευδεῖς ἔσονται πάντως αἱ διαγορεύουσαι γραφαὶ τὸν ἐν ἀρχῇ λόγον καὶ θεὸν σάρκα γεγονέναι καί, ὥσπερ ἕνα θεὸν πατέρα, οὕτω καὶ κύριον Ἰησοῦν Χριστὸν ἕνα καὶ τὸν ἴδιον καὶ μονογενῆ τοῦ θεοῦ υἱὸν ὑπὸ τοῦ πατρὸς ὑπὲρ τοῦ κόσμου δεδόσθαι καὶ πεπονθέναι καὶ τὸν ἐξ Ἰσραηλιτῶν ὁρμώμενον κατὰ σάρκα Χριστὸν ἐπὶ πάντων εἶναι θεὸν εὐλογητὸν εἰς τοὺς αἰῶνας καὶ θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν καὶ κληρονόμον πάντων καὶ τῶν αἰώνων ποιητὴν καὶ τῆς τοῦ πατρὸς δόξης ἀπαύγασμα καὶ χαρακτῆρα τῆς ὑποστάσεως καὶ μέγαν θεὸν ἐν μορφῇ τε θεοῦ ὄντα μορφὴν εἰληφέναι δούλου καὶ τὰ τούτοις συγγενῆ· ταῦτα γὰρ καὶ τὰ τοιαῦτα περὶ ἑνὸς καὶ τοῦ αὐτοῦ λέγεται Χριστοῦ καὶ οὐ περὶ ἄλλου καὶ ἄλλου προσώπου ἢ περὶ ἄλλης καὶ ἄλλης ὑποστάσεως ἤγουν ἄλλου καὶ ἄλλου υἱοῦ καὶ Χριστοῦ. Πῶς δὲ καὶ Χριστὸς αὐτὸς ὁ θεὸς ἡμῶν ἀληθεύσοι φάσκων ἑαυτὸν τοῦ Ἀβραὰμ προγενέστερον καὶ τῆς τοῦ κόσμου καταβολῆς ἀρχαιότερον καὶ ἐξ οὐρανοῦ καταβεβηκέναι καὶ φῶς καὶ ζωὴν καὶ ἀνάστασιν πεφυκέναι καὶ βοῶν· «Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν» καὶ «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα» καὶ τὰ τούτοις παραπλήσια, δι' ὧν οὐκ ἄνθρωπος ψιλὸς καὶ προσφάτως ὑποστὰς δείκνυται, ἀλλὰ θεὸς σεσαρκωμένος καὶ εἷς Χριστὸς υἱὸς τοῦ θεοῦ ἐν δύο φύσεσι, θεότητί φημι, καθ' ἣν ἓν πρὸς τὸν πατέρα καὶ θεὸν ἐγινώσκετο, καὶ ἀνθρωπότητι, καθ' ἣν ἑτεροούσιος πρὸς τὸν πατέρα, ἡμῖν δὲ τοῖς γηίνοις ὁμοούσιος καὶ κατ' οὐδὲν ἡμῶν παρηλλαγμένος κατὰ τὴν φύσιν καὶ οὐκ ἄλλη καὶ ἄλλη, ἀλλὰ μία καὶ ἡ αὐτὴ ὑπόστασις, ἄλλην καὶ ἄλλην ἐν ἑαυτῇ φύσιν συγχύσεως δίχα καὶ τροπῆς φέρουσα, τὴν μὲν ἄκτιστον καὶ προαιώνιον καὶ δημιουργικὴν τῶν κτισμάτων, τὴν δὲ κτιστὴν καὶ πρόσφατον. Οὐ γὰρ ἡ ἀνθρωπότης συνάναρχος καθέστηκεν ὁμοειδής τε καὶ ὁμοούσιος τῇ θεότητι οὐδὲ ἐξ οὐρανοῦ κατελήλυθεν, ἀλλ', ἐπείπερ εἷς καὶ ὁ αὐτὸς ὑπῆρχε θεὸς λόγος ἑνώσας ἑαυτῷ καθ' ὑπόστασιν τὴν ἀνθρωπότητα, διὰ τοῦτο ποτὲ μὲν ὑψηλὰ καὶ θεοπρεπῆ, ποτὲ δὲ ταπεινὰ καὶ ἀνθρωποπρεπῆ περὶ ἑαυτοῦ ἐφθέγγετο. Ὅθεν καὶ κύριος τοῦ Δαυὶδ καὶ υἱὸς ἤθελε νοεῖσθαι καὶ τοὺς υἱὸν θεοῦ καλοῦντας αὐτὸν καὶ υἱὸν Δαυὶδ ὀνομάζοντας ὡς εὐσεβεῖς ἀπεδέχετο, τοὺς μὲν ὡς τὴν ἀόρατον αὐτοῦ θεότητα καὶ προαιώνιον ἐκ θεοῦ καὶ πατρὸς γέννησιν σημαίνοντας, τοὺς δὲ τὴν ὁρωμένην αὐτοῦ τῆς ἀνθρωπότητος οὐσίαν καὶ φύσιν ἀληθῆ κηρύττοντας. Τούτων ἁπάντων ἀθετουμένων δύο μονογενεῖς ἀναγκασθησόμεθα λέγειν, ἕνα μὲν τοῦ θεοῦ καὶ πατρός, ἕνα δὲ τῆς παρθένου καὶ μητρός. Καὶ μονογενὴς ὁ μονογενὴς οὐκέτι ῥηθήσεται ἑτέρου καθ' υἱοθεσίαν ἐπεισαχθέντος αὐτῷ, καὶ ὁ μὲν πρεσβύτερος ἔσται, ὁ δὲ νεώτερος, ὁ μὲν φυσικὸς καὶ γνήσιος, ὁ δὲ θετὸς καὶ νόθος. Ἔπειτα δέ, εἰ καὶ τετάρτην ἐπεισάγειν ὑπόστασιν καὶ συμπροσκυνεῖν τῇ τρισυποστάτῳ θεότητι τολμήσαιμεν τὴν ἐκ τῆς παρθένου Μαρίας τεχθεῖσαν, εὑρεθησόμεθα θεὸν σέβοντες ἀλλότριον καινόν τε καὶ πρόσφατον, ὅπερ πράττειν παντελῶς ἀπηγόρευται, καὶ τῷ τῆς ἀνθρωπολατρείας ἑλληνικῶς ὑποβληθησόμεθα ἐγκλήματι καὶ τῇ τοῖς ἀνθρωπολάτραις ἐπιφερομένῃ κατάρᾳ καταδικασθησόμεθα· «ἐπικατάρατος» γάρ, γέγραπται, «πᾶς ἄνθρωπος, ὃς ἔχει τὴν ἐλπίδα αὐτοῦ ἐπ' ἄνθρωπον». Ἀλλ' ἡμεῖς οὔτε ταῖς τρισὶ τῆς θεότητος ὑποστάσεσι μόναις προσκυνηταῖς καὶ σεπταῖς ὑπαρχούσαις ἑτέραν ἀσεβῶς ἐπεισκομίζομεν ὑπόστασιν, ἐπεὶ μήτε δύο υἱοὺς καὶ Χριστοὺς τὸν ἕνα υἱὸν καὶ Χριστὸν ἐκ τῶν θεοπνεύστων λέγειν πεπαιδεύμεθα λογίων οὔτε λατρεύειν ἀνθρώπῳ ψιλῷ θεοστυγῶς ἀνεχόμεθα, ἀλλ' ἕνα Χριστὸν σύνθετον ἐκ θεότητός τε καὶ ἀνθρωπότητος καὶ τέλειον ἐν ἀμφοτέραις ταῖς οὐσίαις, ἐξ ὧν καὶ ἐν αἷς συνετέθη, τὸν συμπροσκυνούμενον ἀεὶ τῷ πατρὶ καὶ τῷ παναγίῳ πνεύματι λατρεύομέν τε καὶ προσκυνοῦμεν μιᾷ τιμῶντες προσκυνήσει τὴν αὐτοῦ θεότητα καὶ ἀνθρωπότητα, ὡς ἀχωρίστως καὶ δίχα παντὸς μερισμοῦ καθ' ὑπόστασιν ἡνωμένας καὶ ἓν ἀποτελεσάσας πρόσωπον. Ἀλλ' ἡμᾶς μὴ γένοιτο τετράδι λατρεύειν, ἀλλὰ τριάδι ἁγίᾳ· ἑνὶ πατρί, μιᾷ ὑποστάσει, ἑνὶ υἱῷ καὶ λόγῳ τοῦ θεοῦ σεσαρκωμένῳ, μιᾷ ὑποστάσει μετὰ τῆς σαρκὸς αὐτοῦ, ἑνὶ ἁγίῳ πνεύματι, μιᾷ ὑποστάσει, τριάδι παναγίᾳ καὶ δεδοξασμένῃ. Ὥσπερ γὰρ μάχαιρα πυρακτωθεῖσα μία ἐστὶ καὶ μετὰ τὴν πύρωσιν, οὕτω καὶ ὑπὲρ τοῦτο ὁ Χριστὸς εἷς ἐστι καὶ μία ὑπόστασις καὶ μετὰ τὴν σάρκωσιν. Καὶ ὥσπερ φοβοῦμαι ἅψασθαι τῆς πεπυρωμένης μαχαίρας, οὐ διὰ τὴν τοῦ σιδήρου φύσιν, ἀλλὰ διὰ τὴν τοῦ ἑνωθέντος αὐτῷ πυρὸς φύσιν, οὕτω προσκυνῶ τῷ σαρκωθέντι θεῷ λόγῳ καὶ συμπροσκυνῶ τῇ σαρκί, οὐ διὰ τὴν τῆς σαρκὸς φύσιν, ἀλλὰ διὰ τὸν ἑνωθέντα αὐτῇ θεὸν λόγον. Προσκυνῶ τῷ βασιλεῖ μετὰ τῆς ἁλουργίδος καὶ τιμῶ τὴν ἁλουργίδα διὰ τὸν βασιλέα. Καὶ μὴν ὅτι ἐπὶ μὲν τοῦ βασιλέως καὶ τῆς ἐσθῆτος οὐ καθ' ὑπόστασιν ἡ ἕνωσις οὐδὲ ἀδιάσπαστος οὐδὲ διαιωνίζουσα, ἐπὶ δὲ Χριστοῦ τοῦ θεοῦ ἡμῶν καθ' ὑπόστασιν ἀδιάσπαστος καὶ διαιωνίζουσα ἡ ἕνωσις. Διὸ ὡς ἑνὶ τῆς ἁγίας τριάδος συμπροσκυνῶ τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι Χριστῷ τῷ σαρκωθέντι υἱῷ τοῦ θεοῦ καὶ θεῷ.

Intertext edge

Open linked passage

Note