Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De fide contra Nestorianos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
10.1
Ὥσπερ ὁ Πέτρος μία ἐστὶν ὑπόστασις, φύσεις δὲ δύο, ψυχὴ καὶ σῶμα, κατ' ἄλλην μὲν φύσιν νοεῖ, τουτέστι κατὰ τὴν τῆς ψυχῆς οὐσίαν, κατ' ἄλλην δὲ τέμνεται, τουτέστι κατὰ τὴν τοῦ σώματος, εἷς δέ ἐστι Πέτρος καὶ μία ὑπόστασις ἡ καὶ τοῦτο ἐνεργοῦσα κἀκεῖνο πάσχουσα, καὶ οὔτε ἡ ψυχὴ τέμνεται, εἰ καὶ ὁ Πέτρος τέμνεται, οὔτε τὸ σῶμα νοεῖ, εἰ καὶ ὁ Πέτρος νοεῖ, ἀλλ' ὁ Πέτρος νοεῖ μὲν καθὸ ψυχὴν ἔχει, τέμνεται δὲ καθὸ σῶμα, οὕτω καὶ ὁ Χριστὸς μία ὢν ὑπόστασις, ἔχων δὲ δύο φύσεις τῆς θεότητος καὶ τῆς σαρκώσεως κατὰ μὲν τὴν θεότητα αὐτοῦ ἐθαυματούργει, κατὰ δὲ τὴν ἀνθρωπότητα αὐτοῦ ἔπασχε, καὶ οὔτε ἡ θεότης αὐτοῦ ἔπασχεν οὔτε τὸ σῶμα ἐθαυματούργει, ἀλλ' ὁ εἷς Χριστός, ἡ μία ὑπόστασις, τὸ ἓν πρόσωπον, καὶ ταῦτα ἐνήργει ὡς θεὸς κἀκεῖνα ἔπασχεν ὡς ἄνθρωπος. Καὶ ὥσπερ ἐπὶ τοῦ Πέτρου ἡ μὲν ψυχὴ μεταδίδωσι τῷ σώματι ζωῆς, αἰσθήσεως, κινήσεως, τὸ δὲ σῶμα λαμβάνει, μία δέ ἐστιν ὑπόστασις τοῦ διδόντος καὶ τοῦ λαμβάνοντος, οὕτω καὶ ἐπὶ τοῦ Χριστοῦ ἡ μὲν θεότης δίδωσιν, ἡ δὲ ἀνθρωπότης λαμβάνει, μία δὲ ὑπόστασίς ἐστι τῆς διδούσης θεότητος καὶ τῆς λαμβανούσης ἀνθρωπότητος.

Intertext edge

Open linked passage

Note