De fide contra Nestorianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
15.1
Μέρη Πέτρου ψυχὴ καὶ σῶμα, μέρη δὲ Χριστοῦ θεότης καὶ ἀνθρωπότης. 16 Ἔθος τῇ γραφῇ, ποτὲ μὲν ἐξ ἀμφοτέρων τῶν μερῶν τὸ ὅλον ὀνομάζειν, ὡς ὁ κύριός φησι· «Φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ.» Ἰδοὺ ἐξ ἀμφοτέρων ὠνόμασε τὸ ὅλον, τουτέστι τὸν ἄνθρωπον. Ἀπὸ δὲ ἑνὸς τῶν μερῶν, ὥς φησιν ὁ Δαυίδ· «Εὐλογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ», ἵνα εἴπῃ· Πᾶς ἄνθρωπος– οὐ γὰρ σὰρξ ἐκτὸς ψυχῆς εὐλογεῖ τὸν θεόν–, καὶ «ἐν ἑβδομήκοντα ψυχαῖς κατῆλθεν Ἰακὼβ εἰς Αἴγυπτον», καὶ «σίδηρον διῆλθεν ἡ ψυχὴ αὐτοῦ»· οὐ γὰρ δεσμεῖται ψυχὴ ἄνευ σώματος.