De fide contra Nestorianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1
Ἔδει μὲν ἡμᾶς τοὺς ὑπὸ θεοῦ σεσωσμένους διὰ τοῦ μονογενοῦς υἱοῦ αὐτοῦ, ὃν ἔδωκε λύτρον ὑπὲρ ἡμῶν, κατὰ τὸν τοῦ κυρίου λόγον πιστεύειν εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, ἕνα θεὸν καὶ μίαν οὐσίαν θεότητος ἐν τρισὶν ὑποστάσεσιν, ὅτι τε ὁ λόγος τοῦ θεοῦ διὰ τὴν ἡμετέραν σωτηρίαν σὰρξ ἀτρέπτως ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, πειθομένους τοῖς ἱεροῖς εὐαγγελλίοις, ἀλλ', ἐπειδὴ ὁ τῶν ζιζανίων ἐπισπορεὺς ὀργάνων ἀξίων αὐτοῦ δραξάμενος συνέχεε τὸν τοῦ θεοῦ λαὸν καὶ συνετάραξεν, ἤγειρε τὸ πνεῦμα αὐτοῦ τὸ ἅγιον τοὺς ὑπασπιστὰς τῆς ἀληθείας, τοὺς ποιμένας τε καὶ διδασκάλους ὡς φωστῆρας ἐν κόσμῳ λόγον ζωῆς ἐπέχοντας, καὶ δι' αὐτῶν ἡμᾶς ἐπὶ τὴν βασιλικὴν καθωδήγησε τρίβον, οἵτινες μέσην ὁδὸν βαδίζειν ἐδίδαξαν μὴ ἐκκλίνοντας μήτε εἰς τὰ δοκοῦντα δεξιὰ μήτε εἰς τὰ προδήλως ἀριστερὰ γνωριζόμενα, οἷς καὶ ἡμεῖς πάσῃ δυνάμει ἐξακολουθοῦντες οὐ πλανηθησόμεθα.