Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De fide contra Nestorianos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
20.1
Οἴδαμεν πάλιν, ὅτι οὐδέποτε καθ' ἑαυτὴν ὑπῆρξεν ἡ σὰρξ τοῦ κυρίου οὐδὲ ἔσχεν ἀρχὴν ἢ αἰτίαν ὑπάρξεως εἰ μὴ τὸν υἱὸν καὶ λόγον τοῦ θεοῦ οὐδὲ ἐγένετο τὸ σῶμα ἐκεῖνο τὸ ἅγιον ἢ ἡ ψυχὴ ἐκείνη ἡ ἄχραντός τινος ἑτέρου εἰ μὴ τοῦ υἱοῦ τοῦ θεοῦ καὶ ὅλα τὰ αὐτῆς αὐτοῦ εἰσὶ καὶ αὐτοῦ λέγονται, οὐχὶ τῆς θείας αὐτοῦ φύσεως, ἀλλ', ἐπειδὴ ἡ σὰρξ αὐτοῦ ἐστι καὶ οὐχ ἑτέρου τινός, αὐτοῦ εἰσὶ καὶ λέγονται πάντα τὰ τῆς σαρκὸς αὐτοῦ. Διὰ τοῦτο λέγομεν μίαν ὑπόστασιν τοῦ λόγου καὶ τῆς σαρκὸς καὶ οὐ δύο, ὅτι οὐκ ἄλλος καὶ ἄλλος, ἀλλ' εἷς. Εἰ γὰρ δύο ὑποστάσεις, ἄλλος καὶ ἄλλος– ἡ γὰρ ὑπόστασις ἄλλον ποιεῖ τὸν δεῖνα– καὶ ἐὰν ἄλλος καὶ ἄλλος, οὐκέτι εἷς, ἀλλὰ δύο υἱοί.

Intertext edge

Open linked passage

Note