De fide contra Nestorianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
21.1
Εἷς οὖν ὁ Χριστὸς καὶ οὐ δύο. Ὑπέστη μὲν γὰρ ἡ σάρξ, καὶ ἀνένδεκτον μὴ ὑποστῆναι αὐτήν, ἀλλ' οὐ καθ' ἑαυτὴν ὑπέστη οὐδὲ ἐγένετό τινος εἰ μὴ τοῦ θεοῦ λόγου· οὐ γὰρ τὸ ὑποστῆναι ποιεῖ ὑπόστασιν καὶ ὑπόστασιν, ἀλλὰ τὸ ἕκαστον καὶ καθ' ἑαυτὸ μονομερῶς καὶ κεχωρισμένως καὶ ἰδιαιρέτως ὑποστῆναι καὶ γενέσθαι τὸν δεῖνα καὶ ἴδιον ἔχειν πρόσωπον.