Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De fide contra Nestorianos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
23.1
Οὐ λέγομεν, ὅτι ὁ λόγος ἐτράπη καὶ ἐγένετο σάρξ, ἀλλ' ὅτι αὐτὸς ὁ λόγος ᾤκησεν ἐν τῇ γαστρὶ τῆς παρθένου οἱονεὶ θεῖος σπόρος καὶ προσελάβετο ἐκ τῆς παρθένου ἐκ τῶν ἁγνῶν αἱμάτων αὐτῆς καὶ ἐν ἑαυτῷ ὑπεστήσατο σάρκα ἐμψυχωμένην ψυχῇ λογικῇ τε καὶ νοερᾷ καὶ ὅτι ὑπῆρξε καὶ ὑπέστη σὰρξ ἀληθείᾳ οὐ καθ' ἑαυτήν, ἀλλ' ἐν τῷ θεῷ λόγῳ, οὐδὲ ἔσχε σπορὰν ἢ ἄλλο τι ὑπόστασιν εἰ μὴ τὸν θεὸν μόνον· παντὸς γὰρ βρέφους ὑπόστασις σπορά, ταύτης δὲ ὁ θεὸς λόγος. Καὶ πᾶσα σὰρξ τινὸς γίνεται, αὕτη δὲ οὐδὲ ἑνὸς εἰ μὴ τοῦ θεοῦ λόγου. Διὰ τοῦτο μία ὑπόστασις. Οὕτω νοοῦμεν τὸ «ὁ λόγος σὰρξ ἐγένετο», καὶ τὸ ἐσαρκώθη καὶ τὸ ἐνηνθρώπησεν, οὐχ ὅτι ἐτράπη– ἄτρεπτον γὰρ τὸ θεῖον καὶ ἀναλλοίωτον–, οὐδ' ὅτι ἡ σὰρξ ἐτράπη εἰς θεότητα– ἔμεινε γὰρ ἕκαστον ἐν τῷ τελείῳ ὅρῳ τῆς ἰδίας φύσεως–, ἀλλ' ὅτι οὔτε ἀρχὴν ἢ αἰτίαν ὑπάρξεως ἔσχεν ἡ σὰρξ ἐκείνη ἡ ἁγία εἰ μὴ αὐτὸν τὸν υἱὸν καὶ λόγον τοῦ θεοῦ οὔτε ἄλλου ἐγένετο εἰ μὴ αὐτοῦ, καὶ ὅτι ἐν αὐτῷ ὑπέστη καὶ ἐν αὐτῷ γέγονεν ἡ ἕνωσις τῶν φύσεων, τῆς θείας καὶ τῆς ἀνθρωπίνης, ἄνευ συγχύσεως καὶ τροπῆς οἱασοῦν καὶ ἀλλοιώσεως.

Intertext edge

Open linked passage

Note