Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
John of Damascus PG 94-96
De fide contra Nestorianos
Nest 25.1
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
25.1
Ὥσπερ ἡ ψυχή μου ἐμή ἐστι καὶ οὐκ ἄλλου καὶ τὸ σῶμά μου ἐμὸν καὶ οὐκ ἄλλου, καὶ ὅλα τὰ τῆς ψυχῆς καὶ τὰ τοῦ σώματός μου ἐμά ἐστι καὶ οὔκ εἰσιν ἄλλου, ἀλλ' οὐδὲ τὰ τῆς ψυχῆς μου τοῦ σώματός μού εἰσιν οὐδὲ τὰ τοῦ σώματός μού εἰσι τῆς ψυχῆς μου, ἀλλ' ἡ μὲν τομὴ καὶ ῥεῦσις τοῦ σώματος καὶ οὐ τῆς ψυχῆς, τὸ δὲ λογίζεσθαι καὶ εὐσεβεῖν τῆς ψυχῆς καὶ οὐχὶ τοῦ σώματος, καὶ ταῦτα δὲ κἀκεῖνα ἐμά, ἐπειδὴ ἐγὼ τῇ μὲν ψυχῇ λογίζομαι, τῷ δὲ σώματι τέμνομαι, οὕτω καὶ ὁ θεὸς λόγος πάσχει σαρκὶ καὶ θαυματουργεῖ θεότητι, καὶ οὔτε θεότης πάσχει οὔτε ἡ φύσις τῆς σαρκὸς θαυματουργεῖ, εἰ καὶ διὰ τῆς ἀνθρωπίνης ἐνεργείας ἡ θεία ἐδείκνυτο ἐνέργεια.

Intertext edge

Open linked passage

Note